호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες· ἦ ῥα Φιλώνδα· οὔκ, ἀλλ Αἴγωνος: βόσκειν δέ μοι αὐτὰς ἔδωκεν. ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις· ἀλλ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. αὐτὸς δ ἐς τίν ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν· οὐκ ἄκουσας· ἄγων νιν ἐπ Ἀλφεὸν ᾤχετο Μίλων. καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει· φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν. κἤμ ἔφαθ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω. κᾤχετ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα. πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν. ταὶ δαμάλαι δ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι. δειλαῖαί γ αὗται: τὸν βουκόλον ὡς κακὸν εὑρ῀ον. ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι. τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ· οὐ Δᾶν, ἀλλ ὁκὰ μέν νιν ἐπ Αἰσάροιο νομεύω καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι, ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον. λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι τᾷ Ἥρᾳ, τοιόνδε: κακοχράσμων γὰρ ὁ δᾶμος. καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω, καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι, αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια. φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων εἰς Αἴδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας, χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ ἐπάξα. οὐ τήνα γ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων δῶρον ἐμοί νιν ἔλειπεν: ἐγὼ δέ τις εἰμὶ μελικτάς, κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω. αἰνέω τάν τε Κρότωνα--καλὰ πόλις, ἅ τε Ζάκυνθος-- καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας. τηνεῖ καὶ τὸν ταῦρον ἀπ ὤρεος ἆγε πιάξας τᾶς ὁπλᾶς κἤδωκ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν. ὦ χαρίεσς Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας λασεύμεσθ: ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης. αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει. θαρσεῖν χρὴ φίλε Βάττε: τάχ αὔριον ἔσσετ ἄμεινον. ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες. χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ ὑεί. θαρσέω. βάλλε κάτωθε τὰ μοσχία: τᾶς γὰρ ἐλαίας τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθ ὁ λέπαργος. σίτθ ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις· ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν, εἰ μὴ ἄπει τουτῶθεν. ἴδ αὖ πάλιν ἅδε ποθέρπει. εἴθ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα. θᾶσαί μ ὦ Κορύδων πὸτ τῶ Διός: ἁ γὰρ ἄκανθα ἀρμοῖ μ ὧδ ἐπάταξ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο: ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις· ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν: ἅδε καὶ αὐτά. ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει. εἰς ὄρος ὅκχ ἑρ´πῃς, μὴ νήλιπος ἔρχεο Βάττε. ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται. εἴπ ἄγε μ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει, τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκ ἐκνίσθη· ἀκμάν γ ὦ δειλαῖε: πρόαν γε μὲν αὐτὸς ἐπενθὼν καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει. εὖ γ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기