호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα, ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ συρίσδες: μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ. αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ. αἴκα δ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ ἁ χίμαρος: χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κ ἀμέλξῃς. Ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς τῆν ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ. αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται, ἄρνα τὺ σακίταν λαψῇ γέρας: αἰ δέ κ ἀρέσκῃ τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὀίν ὕστερον ἀξῇ. Λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας, ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι, συρίσδεν· τὰς δ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ. Οὐ θέμις ὦ ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες: ἦ γὰρ ἀπ ἄγρας τανίκα κεκμακὼς ἀμπαύεται: ἔστι δὲ πικρός, καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται. ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγε ἀείδες καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας, δεῦρ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ ὁ θῶκος τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κ ἀείσῃς ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων, αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι, ἃ δύ ἔχοις ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας, καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ, ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον. τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός, κισσὸς ἑλιχρύσῳ κεκονιμένος: ἁ δὲ κατ αὐτὸν καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι. ἔντοσθεν δὲ γυνά, τὶ θεῶν δαίδαλμα τέτυκται, ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος νεικείους ἐπέεσσι. τὰ δ οὐ φρενὸς ἅπτεται αὐτᾶς: ἀλλ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα, ἄλλοκα δ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δ ὑπ ἔρωτος δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι. τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται λεπράς, ἐφ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς. φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν: ὧδέ οἱ ᾠδήκαντι κατ αὐχένα πάντοθεν ἶνες καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας. τυτθὸν δ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά, τὰν ὀλίγος τις κῶρος ἐφ αἱμασιαῖσι φυλάσσει ἥμενος: ἀμφὶ δέ νιν δύ ἀλώπεκες ἁ μὲν ἀν ὄρχως φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δ ἐπὶ πήρᾳ πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ. αὐτὰρ ὅγ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν σχοίνῳ ἐφαρμόσδων: μέλεται δέ οἱ οὔτέ τι πήρας οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ. παντᾷ δ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος: αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι. τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τ ἔδωκα ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος: οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ ἔτι κεῖται ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν, αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς. κοὔτί τυ κερτομέω. πόταγ ὦγαθέ: τὰν γὰρ ἀοιδὰν οὔτί πᾳ εἰς Αἴδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς. Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς. Θύρσις ὅδ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά. πᾷ ποκ ἄρ ἦσθ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι· ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα· ἢ κατὰ Πίνδω· οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ Ἀνάπω, οὐδ Αἴτνας σκοπιάν, οὐδ Ἄκιδος ἱερὸν ὕδωρ. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς. τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο, τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς. πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, πολλαὶ δ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς. ἦνθ Ἑρμῆς πράτιστος ἀπ ὤρεος, εἶπε δέ: "Δάφνι, τίς τυ κατατρύχει· τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι· ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς. ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον: πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθ ὁ Πρίηπος κἤφα: "Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα πάσας ἀνὰ κράνας, πάντ ἄλσεα ποσσὶ φορεῖται-- ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς-- ζάτεις· ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί. βούτας μὰν ἐλέγευ, νῦν δ αἰπόλῳ ἀνδρὶ ἐοίκας. ᾡπόλος ὅκκ ἐσορῇ τὰς μηκάδας οἱᾶ βατεῦνται, τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς. καὶ τὺ δ ἐπεί κ ἐσορῇς τὰς παρθένος οἰᾶ γελᾶντι, τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις. " τὼς δ οὐδὲν ποτελέξαθ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας: ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ ἀοιδᾶς. ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα, λάθρια μὲν γελάοισα, βαρὺν δ ἀνὰ θυμὸν ἔχοισα, κεἶπε: "τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν: ἦ ῥ οὐκ αὐτὸς Ἔρωτος ὑπ ἀργαλέω ἐλυγίχθης· ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ ἀοιδᾶς. τὰν δ ἄρα χὡ Δάφνις ποταμείβετο: "Κύπρι βαρεῖα, Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής: ἤδη γὰρ φράσδῃ πάνθ ἅλιον ἄμμι δεδύκειν: Δάφνις κἠν Αἴδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ ἀοιδᾶς. ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος--ἑρ´πε ποτ Ἴδαν, ἑρ´πε ποτ Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος: ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς. ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει. καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετ ἀοιδᾶς. αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα, καὶ λέγε: τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι. " ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ ἀοιδᾶς. ὦ λύκοι, ὦ θῶες, ὦ ἀν ὤρεα φωλάδες ἄρκτοι, χαίρεθ. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ ἀν ὕλαν, οὐκέτ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρ Ἀρέθοισα, καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ ἀοιδᾶς. Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων, Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετ ἀοιδᾶς. ὦ Πὰν Πάν, εἴτ ἐσσὶ κατ ὤρεα μακρὰ Λυκαίω, εἴτε τύ γ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ ἐπὶ νᾶσον τὰν Σικελάν, Ἑλίκας δὲ λίπ ἠρίον αἰπύ τε σᾶμα τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ ἀοιδᾶς. ἔνθ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν. ἦ γὰρ ἐγὼν ὑπ ἔρωτος ἐς Αἵδαν ἕλκομαι ἤδη. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ ἀοιδᾶς. νῦν δ ἰά μὲν φορέοιτε βάτοι, φορέοιτε δ ἄκανθαι, ἁ δὲ καλὰ νάρκισσος ἐπ ἀρκεύθοισι κομάσαι: [πάντα δ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι. ] Δάφνις ἐπεὶ θνάσκει: καὶ τὼς κύνας ὥλαφος ἕλκοι, κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ ἀοιδᾶς. χὡ μὲν τόσς εἰπὼν ἀπεπαύσατο: τὸν δ Ἀφροδίτα ἤθελ ἀνορθῶσαι: τά γε μὰν λίνα πάντα λελοίπει ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετ ἀοιδᾶς. καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι, χαίρετ: ἐγὼ δ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ. Πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο, πλῆρές τοι σχαδόνων, καὶ ἀπ Αἰγίλω ἰσχάδα τρώγοις ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις. ἠνίδε τοι τὸ δέπας: θᾶσαι φίλος, ὡς καλὸν ὄσδει: Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς. ὧδ ἴθι Κισσαίθα, τὺ δ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι, οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기