- 텍스트

Strabo, Geography, book 17, chapter 3 2:

(스트라본, 지리학, book 17, chapter 3 2:)

περὶ δὲ Λιβύης ἐφεξῆς λέγωμεν, ὅπερ λείπεται μέρος τῆς συμπάσης γεωγραφίας.? εἴρηται μὲν οὖν καὶ πρότερον πολλὰ περὶ αὐτῆς, ἀλλὰ καὶ νῦν ὅσα καίρια προσυπομνηστέον, προστιθέντας καὶ τὰ μὴ λεχθέντα πρότερον. οἱ μὲν οὖν πρὸς τὰς ἠπείρους τὴν οἰκουμένην διελόντες ἀνίσως διεῖλον: ἐμφαίνει γὰρ τὸ τριχῆ τὸ εἰς τρία ἴσα: τοσοῦτο δ ἀπολείπεται τοῦ τρίτον εἶναι μέρος τῆς οἰκουμένης ἡ Λιβύη ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξειε τῇ Ἀσίᾳ: τάχα δὲ καὶ τῆς Εὐρώπης ἐλάττων ἐστί, κατὰ δὲ τὴν δύναμιν καὶ πολλῷ τινι: ἔρημος γάρ ἐστιν ἡ πολλὴ τῆς μεσογαίας καὶ τῆς παρωκεανίτιδος, κατοικίαις δὲ κατάστικτός ἐστι μικραῖς καὶ σποράσι καὶ νομαδικαῖς ταῖς πλείσταις: πρὸς δὲ τῇ ἐρημίᾳ καὶ τὸ θηριοτρόφον ἐξελαύνει καὶ ἐκ τῆς δυναμένης οἰκεῖσθαι: πολὺ δὲ καὶ τῆς διακεκαυμένης ἐπιλαμβάνει ζώνης. ἡ μέντοι καθ ἡμᾶς εὐδαιμόνως οἰκεῖται πᾶσα παραλία ἡ μεταξὺ Νείλου καὶ στηλῶν, καὶ μάλιστα ἡ ὑπὸ Καρχηδονίοις γενομένη: ἀνυδρίαι δέ τινες κἀνταῦθα παρεμπίπτουσιν, οἱαῖ περί τε τὰς Σύρτεις καὶ τοὺς Μαρμαρίδας καὶ τὸν Καταβαθμόν. ἔστι δὲ ὀρθογωνίου τριγώνου τὸ σχῆμα, ὡς ἄν τις ἐν ἐπιπέδῳ νοήσειε, βάσιν μὲν ἔχον τὴν καθ ἡμᾶς παραλίαν τὴν ἀπὸ τῆς Αἰγύπτου καὶ Νείλου μέχρι Μαυρουσίας καὶ στηλῶν, πρὸς ὀρθὰς δὲ ταύτῃ πλευρὰν ἣν ὁ Νεῖλος ποιεῖ μέχρι Αἰθιοπίας, προσεκβαλλόντων ἡμῶν ἑώς Ὠκεανοῦ, τὴν δ ὑποτείνουσαν τῇ ὀρθῇ τὴν παρωκεανῖτιν ἅπασαν τὴν μεταξὺ Αἰθιόπων καὶ Μαυρουσίων. τὸ μὲν οὖν κατ αὐτὴν τὴν κορυφὴν τοῦ λεχθέντος σχήματος ἤδη πως ὑποπῖπτον τῇ διακεκαυμένῃ λέγομεν ἐξ εἰκασμοῦ διὰ τὸ ἀπρόσιτον, ὥστ οὐδὲ τὸ μέγιστον πλάτος τῆς χώρας ἔχοιμεν ἂν λέγειν: τὸ μέντοι τοσοῦτον ἐν τοῖς πρόσθεν λόγοις ἔφαμεν ὅτι ἐξ Ἀλεξανδρείας εἰς Μερόην τὸ βασίλειον τῶν Αἰθιόπων πρὸς νότον ἰόντι στάδιοί εἰσι περὶ μυρίους, ἐκεῖθεν δ ἐπ εὐθείας ἐπὶ τοὺς ὁρ´ους τῆς διακεκαυμένης καὶ τῆς οἰκουμένης ἄλλοι τρισχίλιοι: τὸ γοῦν αὐτὸ θετέον τὸ μέγιστον πλάτος τῆς Λιβύης, μυρίους καὶ τρισχιλίους ἢ τετρακισχιλίους σταδίους, μῆκος δὲ μικρῷ ἔλαττον ἢ διπλάσιον. τὰ καθ ὅλου μὲν ταῦτα περὶ Λιβύης: τὰ καθ ἕκαστα δὲ λεκτέον ἀρξαμένοις ἀπὸ τῶν ἑσπερίων μερῶν καὶ τῶν ἐπιφανεστέρων.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION