- 텍스트

Strabo, Geography, book 17, chapter 2 5:

(스트라본, 지리학, book 17, chapter 2 5:)

ὑπέρκειται δὲ τῆς Μερόης ἡ Ψεβὼ λίμνη μεγάλη νῆσον ἔχουσα οἰκουμένην ἱκανῶς.? συμβαίνει δὲ τοῦ Νείλου τὴν μὲν δυσμικὴν παραποταμίαν ἐχόντων τῶν Λιβύων, τὴν δὲ πέραν Αἰθιόπων, παρὰ μέρος αὐτῶν τὴν ἐπικράτειαν εἶναι τῶν νήσων καὶ τῆς ποταμίας, ἐξελαυνομένων τῶν ἑτέρων καὶ παραχωρούντων τοῖς κρείττοσι γενομένοις. χρῶνται δὲ καὶ τόξοις Αἰθίοπες τετραπήχεσι ξυλίνοις πεπυρακτωμένοις: ὁπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὧν αἱ πλείους κεκρίκωνται τὸ χεῖλος τοῦ στόματος χαλκῷ κρίκῳ: κωδιοφόροι δ εἰσίν, ἐρέαν οὐκ ἔχοντες, τῶν προβάτων αἰγοτριχούντων: οἱ δὲ γυμνῆτές εἰσιν, οἳ καὶ περιέζωνται μικρὰ κώδια ἢ τρίχινα πλέγματα εὐυφῆ. θεὸν δὲ νομίζουσι τὸν μὲν ἀθάνατον τοῦτον δ εἶναι τὸν αἴτιον τῶν πάντων τὸν δὲ θνητὸν ἀνώνυμόν τινα καὶ οὐ σαφῆ: ὡς δ ἐπὶ τὸ πολὺ τοὺς εὐεργέτας καὶ βασιλικοὺς θεοὺς νομίζουσι, καὶ τούτων τοὺς μὲν βασιλέας κοινοὺς ἁπάντων σωτῆρας καὶ φύλακας, τοὺς δ ἰδιώτας ἰδίως τοῖς εὖ παθοῦσιν ὑπ αὐτῶν. τῶν δὲ πρὸς τῇ διακεκαυμένῃ τινὲς καὶ ἄθεοι νομίζονται, οὕς γε καὶ τὸν ἥλιόν φασιν ἐχθαίρειν καὶ κακῶς λέγειν ἐπειδὰν προσίδωσιν ἀνίσχοντα, ὡς καίοντα καὶ πολεμοῦντα αὐτοῖς, καταφεύγειν τε εἰς τὰ ἕλη. οἱ δ ἐν Μερόῃ καὶ Ἡρακλέα καὶ Πᾶνα καὶ Ἶσιν σέβονται πρὸς ἄλλῳ τινὶ βαρβαρικῷ θεῷ. τοὺς δὲ νεκροὺς οἱ μὲν εἰς τὸν ποταμὸν ἐκρίπτουσιν, οἱ δ οἴκοι κατέχουσι περιχέαντες ὑάλον: τινὲς δὲ ἐν κεραμέαις σοροῖς κατορύττουσι κύκλῳ τῶν ἱερῶν, ὁρ´κον τε τὸν ὑπὲρ αὐτῶν ἀπαιτοῦσι καὶ πάντων ἁγιστεύουσι μάλιστα. βασιλέας τε καθιστᾶσι τοὺς κάλλει διαφέροντας ἢ ἀρετῇ κτηνοτροφίας ἢ ἀνδρείᾳ ἢ πλούτῳ. ἐν δὲ τῇ Μερόῃ κυριωτάτην τάξιν ἐπεῖχον οἱ ἱερεῖς τὸ παλαιόν, οἵ γε καὶ τῷ βασιλεῖ προσέταττον ἔσθ ὅτε ἀποθνήσκειν πέμψαντες ἄγγελον καὶ καθίστασαν ἀντ αὐτοῦ ἕτερον: ὕστερον δὲ κατέλυσέ τις τῶν βασιλέων τὸ ἔθος, ἐπιὼν μεθ ὅπλων ἐπὶ τὸ ἱερόν, ὅπου ὁ χρυσοῦς νεώς ἐστι, καὶ τοὺς ἱερέας ἀποσφάξας πάντας. ἔστι δὲ καὶ τοῦτο ἔθος Αἰθιοπικόν: ὃς γὰρ ἂν τῶν βασιλέων πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα, οἱ δ αὐτοὶ καὶ συναποθνήσκουσιν: ἐκ δὲ τούτου φυλακὴ τοῦ βασιλέως ἐστὶ πλείστη παρ αὐτῶν. περὶ μὲν Αἰθιόπων ἀρκέσει ταῦτα.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION