호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ Θήβασ Ἑρμωνθὶσ πόλισ, ἐν ᾗ ὅ τε Ἀπόλλων τιμᾶται καὶ ὁ Ζεύσ· τρέφεται δὲ καὶ ἐνταῦθα βοῦσ· ἔπειτα Κροκοδείλων πόλισ τιμῶσα τὸ θηρίον· εἶτα Ἀφροδίτησ πόλισ καὶ μετὰ ταῦτα Λατόπολισ τιμῶσα Ἀθηνᾶν καὶ τὸν λάτον· εἶτα Εἰλειθυίασ πόλισ καὶ ἱερόν· ἐν δὲ τῇ περαίᾳ Ιἑράκων πόλισ τὸν ἱέρακα τιμῶσα· εἶτ’ Ἀπόλλωνοσ πόλισ καὶ αὕτη πολεμοῦσα τοῖσ κροκοδείλοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기