- 텍스트

Strabo, Geography, book 17, chapter 1 27:

(스트라본, 지리학, book 17, chapter 1 27:)

ἀπὸ μὲν οὖν Καταβαθμοῦ εἰς Παραιτόνιον εὐθυπλοοῦντι σταδίων ἐστὶν ἐνακοσίων ὁ δρόμος:? πόλις δ ἐστὶ καὶ λιμὴν μέγας τετταράκοντά που σταδίων: καλοῦσι δ οἱ μὲν Παραιτόνιον τὴν πόλιν οἱ δ Ἀμμωνίαν. μεταξὺ δὲ ἥ τε Αἰγυπτίων κώμη καὶ ἡ Αἰνησίσφυρα ἄκρα, καὶ Τυνδάρειοι σκόπελοι, νησίδια τέτταρα ἔχοντα λιμένα: εἶθ ἑξῆς ἄκρα Δρέπανον καὶ νῆσος Αἰνησίππεια ἔχουσα λιμένα καὶ κώμη Ἆπις, ἀφ ἧς εἰς μὲν Παραιτόνιον στάδιοι ἑκατὸν εἰς δὲ Ἄμμωνος ὁδὸς ἡμερῶν πέντε: ἀπὸ δὲ τοῦ Παραιτονίου [εἰς Ἀλεξάνδρειαν] χίλιοί που καὶ τριακόσιοι στάδιοι. μεταξὺ δὲ πρῶτον μὲν ἄκρα λευκόγειος, Λευκὴ ἀκτὴ καλουμένη: ἔπειτα Φοινικοῦς λιμὴν καὶ Πνιγεὺς κώμη: εἶτα νῆσος Σιδωνία λιμένα ἔχουσα: εἶτ Ἀντίφραι μικρὸν ἀπωτέρω τῆς θαλάττης: ἅπασα μὲν ἡ χώρα αὕτη οὐκ εὐοίνος, πλείω δεχομένου τοῦ κεράμου θάλατταν ἢ οἶνον ὃν δὴ καλοῦσι Λιβυκόν, ᾧ δὴ καὶ τῷ ζύθῳ τὸ πολὺ φῦλον χρῆται τῶν Ἀλεξανδρέων: σκώπτονται δὲ μάλιστα αἱ Ἀντίφραι. εἶθ ὁ Δέρρις λιμὴν καλούμενος οὕτως διὰ τὴν πλησίον πέτραν μέλαιναν δέρρει ἐοικυῖαν: ὀνομάζουσι δὲ καὶ Ζεφύριον τὸν πλησίον τόπον: εἶτ ἄλλος λιμὴν Λεύκασπις καὶ ἄλλοι πλείους: εἶτα Κυνὸς σῆμα: εἶτα Ταπόσειρις οὐκ ἐπὶ θαλάττῃ, πανήγυριν δεχομένη μεγάλην: καὶ ἄλλη δ ἐστὶ Ταπόσειρις ἐπέκεινα τῆς πόλεως ἱκανῶς: αὐτῆς δὲ πλησίον πετρῶδες ἐπὶ τῇ θαλάττῃ χωρίον καὶ αὐτὸ δεχόμενον πολλοὺς τοὺς κωμάζοντας ἅπασαν ὡρ´αν ἔτους: εἶθ ἡ Πλινθίνη καὶ Νικίου κώμη καὶ Χερρόνησος φρούριον, πλησίον ἤδη τῆς Ἀλεξανδρείας καὶ τῆς Νεκροπόλεως ἐν ἑβδομήκοντα σταδίοις. ἡ δὲ Μάρεια λίμνη παρατείνουσα μέχρι καὶ δεῦρο πλάτος μὲν ἔχει πλειόνων ἢ πεντήκοντα καὶ ἑκατὸν σταδίων, μῆκος δ ἐλαττόνων ἢ τριακοσίων. ἔχει δ ὀκτὼ νήσους καὶ τὰ κύκλῳ πάντ οἰκούμενα καλῶς: εὐοινία τέ ἐστι περὶ τοὺς τόπους ὥστε καὶ διαχεῖσθαι πρὸς παλαίωσιν τὸν Μαρεώτην οἶνον.?

상위

Geography (지리학)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION