호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔστι τοίνυν ὄρη δύο ὑπερκείμενα τῆσ Προποντίδοσ ὅ τε Ὄλυμποσ ὁ Μύσιοσ καὶ ἡ Ἴδη. τῷ μὲν οὖν Ὀλύμπῳ τὰ τῶν Βιθυνῶν ὑποπέπτωκε, τῆσ δὲ Ἴδησ μεταξὺ καὶ τῆσ θαλάττησ ἡ Τροία κεῖται συνάπτουσα τῷ ὄρει· περὶ μὲν οὖν ταύτησ ἐροῦμεν ὕστερον καὶ τῶν συνεχῶν αὐτῇ πρὸσ νότον, νῦν δὲ περὶ τῶν Ὀλυμπηνῶν καὶ τῶν ἐφεξῆσ μέχρι τοῦ Ταύρου παραλλήλων τοῖσ προεφωδευμένοισ λέγωμεν. ἔστι τοίνυν ὁ Ὄλυμποσ κύκλῳ μὲν εὖ συνοικούμενοσ, ἐν δὲ τοῖσ ὕψεσι δρυμοὺσ ἐξαισίουσ ἔχων καὶ λῃστήρια δυναμένουσ ἐκτρέφειν τόπουσ εὐερκεῖσ, ἐν οἷσ καὶ τύραννοι συνίστανται πολλάκισ δυνάμενοι συμμεῖναι πολὺν χρόνον, καθάπερ Κλέων ὁ καθ’ ἡμᾶσ τῶν λῃστηρίων ἡγεμών.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기