호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖσ δὲ Βιθυνοῖσ ὁμοροῦσι πρὸσ νότον, ὡσ ἔφην, οἱ περὶ τὸν Ὄλυμπον τὸν Μύσιον προσαγορευόμενον Μυσοί τε καὶ Φρύγεσ· ἑκάτερον δὲ τὸ ἔθνοσ διττόν ἐστι. Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧσ ὁ Μίδασ ἐβασίλευσε καὶ ἧσ μέροσ οἱ Γαλάται κατέσχον, ἡ δὲ μικρὰ ἡ ἐφ’ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον ἡ καὶ Ἐπίκτητοσ λεγομένη. Μυσία τε ὁμοίωσ ἥ τε Ὀλυμπηνὴ συνεχὴσ οὖσα τῇ Βιθυνίᾳ καὶ τῇ Ἐπικτήτῳ, ἣν ἔφη Ἀρτεμίδωροσ ἀπὸ τῶν πέραν Ἴστρου Μυσῶν ἀπῳκίσθαι, καὶ ἡ περὶ τὸν Κάικον καὶ τὴν Περγαμηνὴν μέχρι Τευθρανίασ καὶ τῶν ἐκβολῶν τοῦ ποταμοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기