- 텍스트

Strabo, Geography, Book 12, chapter 4 5:

(스트라본, 지리학, Book 12, chapter 4 5:)

ὅμως δ ἐφ ὅσον εἰκάζειν οἱό῀ν τε, τῆς μὲν Βιθυνίας μέσην ἄν τις θείη καὶ τῆς ἐκβολῆς τοῦ Αἰσήπου τὴν Μυσίαν, ἁπτομένην τῆς θαλάττης καὶ διήκουσαν μέχρι τοῦ Ὀλύμπου σχεδόν τι παντός:? κύκλῳ δὲ τὴν Ἐπίκτητον κειμένην ἐν τῇ μεσογαία, θαλάττης οὐδαμοῦ ἁπτομένην διατείνουσαν δὲ μέχρι τῶν ἑῴων μερῶν τῆς Ἀσκανίας λίμνης τε καὶ χώρας: ὁμωνύμως γὰρ τῇ λίμνῃ καὶ ἡ χώρα ἐλέγετο, καὶ ἦν αὐτῆς τὸ μὲν Φρύγιον τὸ δὲ Μύσιον ἀπωτέρω δὲ τῆς Τροίας τὸ Φρύγιον. καὶ δὴ καὶ οὕτω δεκτέον τὸ παρὰ τῷ ποιητῇ ὅταν φῇ Φόρκυς δ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδής, τῆλ ἐξ Ἀσκανίης, τῆς Φρυγιακῆς, ὡς οὔσης ἐγγυτέρω ἄλλης Ἀσκανίας Μυσιακῆς τῆς πρὸς τῇ νῦν Νικαίᾳ, ἧς μέμνηται ὅταν φῇ Πάλμυν τ Ἀσκάνιόν τε Μόρυν θ, υἷ Ἱπποτίωνος, Μυσῶν ἀγχεμάχων ἡγήτορα, οἵ ῥ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί. οὐ θαυμαστὸν δ εἰ τῶν Φρυγῶν εἰπών τινα ἡγεμόνα Ἀσκάνιον καὶ ἐξ Ἀσκανίας ἥκοντα, καὶ Μυσῶν τινα λέγει ἡγεμόνα Ἀσκάνιον καὶ ἐξ Ἀσκανίας ἥκοντα: πολλὴ γὰρ ἡ ὁμωνυμία παρ αὐτῷ καὶ ἡ ἀπὸ τῶν ποταμῶν καὶ λιμνῶν καὶ χωρίων ἐπίκλησις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION