- 텍스트

Strabo, Geography, Book 12, chapter 3 41:

(스트라본, 지리학, Book 12, chapter 3 41:)

νὴ Δία, ἀλλά φησι δεῖν ἔνια καὶ ἀκύρως προστιθέμενα δέχεσθαι, ὡς καὶ τῆλ ἐξ Ἀσκανίης καὶ Ἀρναῖος δ ὄνομ ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ, καὶ εἵλετο δὲ κληῖδ εὐκαμπέα χειρὶ παχείῃ Πηνελόπη.? δεδόσθω δὴ καὶ τοῦτο: ἀλλ ἐκεῖνα οὐ δοτέα, οἷς προσέχων ὁ Δημήτριος οὐδὲ τοῖς ὑπολαβοῦσι δεῖν ἀκούειν "τηλόθεν ἐκ Χαλύβης" πιθανῶς ἀντείρηκε. συγχωρήσας γὰρ ὅτι, εἰ καὶ μὴ ἔστι νῦν ἐν τοῖς Χάλυψι τὰ ἀργυρεῖα, ὑπάρξαι γε ἐνεδέχετο, ἐκεῖνό γε οὐ συγχωρεῖ ὅτι καὶ ἔνδοξα ἦν καὶ ἄξια μνήμης, καθάπερ τὰ σιδηρεῖα. τί δὲ κωλύει, φαίη τις ἄν, καὶ ἔνδοξα εἶναι, καθάπερ καὶ τὰ σιδηρεῖα· ἢ σιδήρου μὲν εὐπορία τόπον ἐπιφανῆ δύναται ποιεῖν, ἀργύρου δ οὔ· τί δ εἰ μὴ κατὰ τοὺς ἡρ´ωας, ἀλλὰ καθ Ὅμηρον εἰς δόξαν ἀφῖκτο τὰ ἀργυρεῖα, ἆρα μέμψαιτό τις ἂν τὴν ἀπόφασιν τοῦ ποιητοῦ· πῶς οὖν εἰς τὸν ποιητὴν ἡ δόξα ἀφίκετο· πῶς δ ἡ τοῦ ἐν τῇ Τεμέσῃ χαλκοῦ τῇ Ἰταλιώτιδι· πῶς δ ἡ τοῦ Θηβαϊκοῦ πλούτου τοῦ κατ Αἴγυπτον· καίτοι διπλάσιον σχεδόν τι διέχοντα τῶν Αἰγυπτίων Θηβῶν ἢ τῶν Χαλδαίων. ἀλλ οὐδ οἷς συνηγορεῖ, τούτοις ὁμολογεῖ: τὰ γὰρ περὶ τὴν Σκῆψιν τοποθετῶν τὴν ἑαυτοῦ πατρίδα, πλησίον τῆς Σκήψεως καὶ τοῦ Αἰσήπου Νέαν κώμην καὶ Ἀργυρίαν λέγει καὶ Ἀλαζονίαν. ταῦτα μὲν οὖν εἰ καὶ ἔστι, πρὸς ταῖς πηγαῖς ἂν εἰή τοῦ Αἰσήπου. ὁ δὲ Ἑκαταῖος λέγει ἐπέκεινα τῶν ἐκβολῶν αὐτοῦ, ὅ τε Παλαίφατος πρότερον μὲν Ἀλόπην οἰκεῖν φήσας νῦν δὲ Ζέλειαν, οὐδὲν ὅμοιον λέγει τούτοις. εἰ δ ἄρα ὁ Μενεκράτης, καὶ οὐδ οὗτος τὴν Ἀλόπην ἢ Ἀλόβην ἢ ὅπως ποτὲ βούλονται γράφειν φράζει ἥτις ἐστίν, οὐδ αὐτὸς ὁ Δημήτριος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION