호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅπασα μὲν οὖν ἡ χώρα ποταμοῖσ πληθύει καὶ ἕλεσι, μάλιστα δ’ ἡ τῶν Ἑνετῶν· πρόσεστι δὲ ταύτῃ καὶ τὰ τῆσ θαλάττησ πάθη. μόνα γὰρ ταῦτα τὰ μέρη σχεδόν τι τῆσ καθ’ ἡμᾶσ θαλάττησ ὁμοιοπαθεῖ τῷ ὠκεανῷ καὶ παραπλησίωσ ἐκείνῳ ποιεῖται τάσ τε ἀμπώτεισ καὶ τὰσ πλημμυρίδασ, ὑφ’ ὧν τὸ πλέον τοῦ πεδίου λιμνοθαλάττησ γίνεται μεστόν. διώρυξι δὲ καὶ παραχώμασι, καθάπερ ἡ κάτω λεγομένη χώρα τῆσ Αἰγύπτου, διωχέτευται, καὶ τὰ μὲν ἀνέψυκται καὶ γεωργεῖται τὰ δὲ διάπλουσ ἔχει· τῶν δὲ πόλεων αἱ μὲν νησίζουσιν αἱ δ’ ἐκ μέρουσ κλύζονται, ὅσαι δὲ ὑπὲρ τῶν ἑλῶν ἐν τῇ μεσογαίᾳ κεῖνται τοὺσ ἐκ τῶν ποταμῶν ἀνάπλουσ θαυμαστοὺσ ἔχουσι, μάλιστα δ’ ὁ Πάδοσ· μέγιστόσ τε γάρ ἐστι καὶ πληροῦται πολλάκισ ἔκ τε ὄμβρων καὶ χιόνων, διαχεόμενοσ δ’ εἰσ πολλὰ μέρη κατὰ τὰσ ἐκβολὰσ τυφλὸν τὸ στόμα ποιεῖ καὶ δυσείσβολόσ ἐστιν· ἡ δ’ ἐμπειρία περιγίνεται καὶ τῶν χαλεπωτάτων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기