호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ μέροσ δ’ ἐστὶ πρώτη πασῶν ἀπὸ τῆσ ἑσπέρασ ἡ Ἰβηρία, βύρσῃ βοείᾳ παραπλησία, τῶν ὡσ ἂν τραχηλιμαίων μερῶν ὑπερπιπτόντων εἰσ τὴν συνεχῆ Κελτικήν· ταῦτα δ’ ἐστὶ τὰ πρὸσ ἑώ, καὶ τούτοισ ἐναποτέμνεται τὸ πλευρὸν ὄροσ ἡ καλουμένη Πυρήνη. αὕτη δ’ ἐστὶ περίρρυτοσ τῇ θαλάττῃ τὸ μὲν νότιον τῇ καθ’ ἡμᾶσ μέχρι στηλῶν, τὰ δὲ λοιπὰ τῇ Ἀτλαντικῇ μέχρι τῶν βορείων ἄκρων τῆσ Πυρήνησ. μῆκοσ δὲ τῆσ χώρασ ταύτησ ἐστὶ περὶ ἑξακισχιλίουσ σταδίουσ τὸ μέγιστον, πλάτοσ δὲ πεντακισχιλίουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기