- 텍스트

Strabo, Geography, book 2, chapter 5 40:

(스트라본, 지리학, book 2, chapter 5 40:)

μετὰ δὲ τὴν Σικελίαν καὶ τοὺς ἑκατέρωθεν πορθμοὺς ἄλλα πελάγη συνάπτει, τό τε πρὸ τῶν Σύρτεων καὶ τῆς Κυρηναίας καὶ αὐταὶ αἱ Σύρτεις καὶ τὸ Αὐσόνιον μὲν πάλαι νῦν δὲ καλούμενον Σικελικόν, σύρρουν ἐκείνῳ καὶ συνεχές.? τὸ μὲν οὖν πρὸ τῶν Σύρτεων καὶ τῆς Κυρηναίας καλεῖται Λιβυκόν, τελευτᾷ δ εἰς τὸ Αἰγύπτιον πέλαγος. τῶν δὲ Σύρτεων ἡ μὲν ἐλάττων ἐστὶν ὅσον χιλίων καὶ ἑξακοσίων σταδίων τὴν περίμετρον: πρόκεινται δ ἐφ ἑκάτερα τοῦ στόματος νῆσοι Μῆνίγξ τε καὶ Κέρκινα: τῆς δὲ μεγάλης Σύρτεώς φησιν Ἐρατοσθένης τὸν κύκλον εἶναι πεντακισχιλίων, τὸ δὲ βάθος χιλίων ὀκτακοσίων ἀφ Ἑσπερίδων εἰς Αὐτόμαλα καὶ τὸ τῆς Κυρηναίας μεθόριον πρὸς τὴν ἄλλην τὴν ταύτῃ Λιβύην: ἄλλοι δὲ τὸν περίπλουν τετρακισχιλίων σταδίων εἶπον, τὸ δὲ βάθος χιλίων πεντακοσίων, ὅσον καὶ τὸ πλάτος τοῦ στόματος. τὸ δὲ Σικελικὸν πέλαγος πρὸ τῆς Σικελίας ἐστὶ καὶ τῆς Ἰταλίας ἐπὶ τὸ πρὸς ἑώ μέρος καὶ ἔτι τοῦ μεταξὺ πόρου τῆς τε Ῥηγίνης μέχρι Λοκρῶν, καὶ τῆς Μεσσηνίας μέχρι Συρακουσσῶν καὶ Παχύνου. αὔξεται δ ἐπὶ μὲν τὸ πρὸς ἑώ μέρος μέχρι τῶν ἄκρων τῆς Κρήτης, καὶ τὴν Πελοπόννησον δὲ περικλύζει τὴν πλείστην, καὶ πληροῖ τὸν Κορινθιακὸν καλούμενον κόλπον: πρὸς ἄρκτους δὲ ἐπί τε ἄκραν Ιἀπυγίαν καὶ τὸ στόμα τοῦ Ιὀνίου κόλπου καὶ τῆς Ἠπείρου τὰ νότια μέρη μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου καὶ τῆς συνεχοῦς παραλίας τῆς ποιούσης τὸν Κορινθιακὸν κόλπον πρὸς τὴν Πελοπόννησον. ὁ δ Ιὄνιος κόλπος μέρος ἐστὶ τοῦ νῦν Ἀδρίου λεγομένου: τούτου δὲ τὴν μὲν ἐν δεξιᾷ πλευρὰν ἡ Ἰλλυρὶς ποιεῖ, τὴν δ εὐώνυμον ἡ Ἰταλία μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀκυληίαν. ἔστι δὲ πρὸς ἄρκτον ἅμα καὶ πρὸς τὴν ἑσπέραν ἀνέχων στενὸς καὶ μακρός, μῆκος μὲν ὅσον ἑξακισχιλίων σταδίων, πλάτος δὲ τὸ μέγιστον διακοσίων ἐπὶ τοῖς χιλίοις. νῆσοι δέ εἰσιν ἐνταῦθα συχναὶ μὲν αἱ πρὸ τῆς Ἰλλυρίδος, αἵ τε Ἀψυρτίδες καὶ Κυρικτικὴ καὶ Λιβυρνίδες, ἔτι δ Ἴσσα καὶ Τραγούριον καὶ ἡ Μέλαινα Κόρκυρα καὶ Φάρος, πρὸ τῆς Ἰταλίας δὲ αἱ Διομήδειοι. τοῦ Σικελικοῦ δὲ τὸ ἐπὶ Κρήτην ἀπὸ Παχύνου τετρακισχιλίων καὶ πεντακοσίων σταδίων φασί: τοσοῦτον δὲ καὶ τὸ ἐπὶ Ταίναρον τῆς Λακωνικῆς: τὸ δὲ ἀπὸ ἄκρας Ιἀπυγίας ἐπὶ τὸν μυχὸν τοῦ Κορινθιακοῦ κόλπου τῶν μὲν τρισχιλίων ἐστὶν ἔλαττον, τὸ δ ἀπὸ Ιἀπυγίας εἰς τὴν Λιβύην πλέον τῶν τετρακισχιλίων ἐστί. νῆσοι δ εἰσὶν ἐνταῦθα ἥ τε Κόρκυρα καὶ Σύβοτα πρὸ τῆς Ἠπειρώτιδος, καὶ ἐφεξῆς πρὸ τοῦ Κορινθιακοῦ κόλπου Κεφαλληνία καὶ Ἰθάκη καὶ Ζάκυνθος καὶ Ἐχινάδες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION