호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολύβιοσ δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺσ μὲν ἀρχαίουσ ἐᾶν φησι, τοὺσ δ’ ἐκείνουσ ἐλέγχοντασ ἐξετάζειν Δικαίαρχόν τε καὶ Ἐρατοσθένη τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίασ, καὶ Πυθέαν, ὑφ’ οὗ παρακρουσθῆναι πολλούσ, ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντοσ, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντοσ τῆσ νήσου, προσιστορήσαντοσ δὲ καὶ τὰ περὶ τῆσ Θούλησ καὶ τῶν τόπων ἐκείνων, ἐν οἷσ οὔτε γῆ καθ’ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτ’ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίῳ ἐοικόσ, ἐν ᾧ φησι τὴν γῆν καὶ τὴν θάλατταν αἰωρεῖσθαι καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡσ ἂν δεσμὸν εἶναι τῶν ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα· τὸ μὲν οὖν τῷ πλεύμονι ἐοικὸσ αὐτὸσ ἑωρακέναι, τἆλλα δὲ λέγειν ἐξ ἀκοῆσ. ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆσ Εὐρώπησ ἀπὸ Γαδείρων ἑώσ Τανάιδοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기