호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔτι φησὶν ὁ Ἵππαρχοσ ἐν τῷ δευτέρῳ ὑπομνήματι αὐτὸν τὸν Ἐρατοσθένη διαβάλλειν τὴν τοῦ Πατροκλέουσ πίστιν ἐκ τῆσ πρὸσ Μεγασθένη διαφωνίασ περὶ τοῦ μήκουσ τῆσ Ἰνδικῆσ τοῦ κατὰ τὸ βόρειον πλευρόν, τοῦ μὲν Μεγασθένουσ λέγοντοσ σταδίων μυρίων ἑξακισχιλίων, τοῦ δὲ Πατροκλέουσ χιλίοισ λείπειν φαμένου· ἀπὸ γάρ τινοσ ἀναγραφῆσ σταθμῶν ὁρμηθέντα τοῖσ μὲν ἀπιστεῖν διὰ τὴν διαφωνίαν, ἐκείνῃ δὲ προσέχειν. εἰ οὖν διὰ τὴν διαφωνίαν ἐνταῦθα ἄπιστοσ ὁ Πατροκλῆσ, καίτοι παρὰ χιλίουσ σταδίουσ τῆσ διαφορᾶσ οὔσησ, πόσῳ χρὴ μᾶλλον ἀπιστεῖν ἐν οἷσ παρὰ ὀκτακισχιλίουσ ἡ διαφορά ἐστι, πρὸσ δύο καὶ ταῦτα ἄνδρασ συμφωνοῦντασ ἀλλήλοισ, τῶν μὲν λεγόντων τὸ τῆσ Ἰνδικῆσ πλάτοσ δισμυρίων σταδίων, τοῦ δὲ μυρίων καὶ δισχιλίων;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기