호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγαν γε:? μᾶλλον δ, εἰ παροῦσα πλησία ἔλευσσες οἷ ἔδρασε, κάρτ ἂν ᾤκτισας. καὶ ταῦτ ἔτλη τις χεὶρ γυναικεία κτίσαι· δεινῶς γε: πεύσει δ, ὥστε μαρτυρεῖν ἐμοί. ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη καὶ παῖδ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια στορνύνθ, ὅπως ἄψορρον ἀντῴη πατρί, κρύψας ἑαυτὴν ἔνθα μή τις εἰσίδοι, βρυχᾶτο μὲν βωμοῖσι προσπίπτους ὅτι γένοιντ ἔρημοι, κλαιε δ ὀργάνων ὅτου ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος: ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη, εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας, ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη, αὐτὴ τὸν αὑτῆς δαίμον ἀνακαλουμένη καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας. ἐπεὶ δὲ τῶνδ ἔληξεν, ἐξαίφνης σφ ὁρῶ τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην. κἀγὼ λαθραῖον ὄμμ ἐπεσκιασμένη φρούρουν: ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη. ὅπως δ ἐτέλεσε τοῦτ, ἐπενθοροῦς ἄνω καθέζετ ἐν μέσοισιν εὐνατηρίοις, καὶ δακρύων ῥήξασα θερμὰ νάματα ἔλεξεν: ὦ λέχη τε καὶ νυμφεῖ ἐμά, τὸ λοιπὸν ἤδη χαίρεθ, ὡς ἔμ οὔποτε δέξεσθ ἔτ ἐν κοίταισι ταῖσδ εὐνάτριαν. τοσαῦτα φωνήσασα συντόνῳ χερὶ λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος προύκειτο μαστῶν περονίς, ἐκ δ ἐλώπισεν πλευρὰν ἅπασαν ὠλένην τ εὐώνυμον. κἀγὼ δρομαία βᾶς, ὅσονπερ ἔσθενον, τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε. κἀν ᾧ τὸ κεῖσε δεῦρό τ ἐξορμώμεθα, ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ πλευρὰν ὑφ ἧπαρ καὶ φρένας πεπληγμένην. ἰδὼν δ ὁ παῖς ᾤμωξεν: ἔγνω γὰρ τάλας τοὔργον κατ ὀργὴν ὡς ἐφάψειεν τόδε, ὄψ ἐκδιδαχθεὶς τῶν κατ οἶκον οὕνεκα ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε. κἀνταῦθ ὁ παῖς δύστηνος οὔτ ὀδυρμάτων ἐλείπετ οὐδέν, ἀμφί νιν γοώμενος, οὔτ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν πλευρὰν παρεὶς ἔκειτο πόλλ ἀναστένων, ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ, κλαίων ὁθούνεκ ἐκ δυοῖν ἔσοιθ ἅμα, πατρός τ ἐκείνης τ, ὠρφανισμένος βίον. τοιαῦτα τἀνθάδ ἐστίν: ὥστ εἴ τις δύο ἢ καί τι πλείους ἡμέρας λογίζεται, μάταιός ἐστιν: οὐ γὰρ ἔσθ ἥ γ αὔριον, πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기