호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τότ ἦν χερός, ἦν δὲ τόξων πάταγος, ταυρείων τ ἀνάμιγδα κεράτων:? ἦν δ ἀμφίπλεκτοι κλίμακες, ἦν δὲ μετώπων ὀλόεντα πλήγματα, καὶ στόνος ἀμφοῖν. ἁ δ εὐῶπις ἁβρὰ τηλαυγεῖ παρ ὄχθῳ ἧστο, τὸν ὃν προσμένους ἀκοίταν. ἀγὼν δὲ μαργᾷ μὲν οἱᾶ φράζω: τὸ δ ἀμφινείκητον ὄμμα νύμφας ἐλεινὸν ἀμμένει: κἀπὸ ματρὸς ἄφαρ βέβακεν, ὥστε πόρτις ἐρήμα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기