호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας χρόνιός τε φανείς, οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.? κἀγὼ γνώμην ταύτῃ τίθεμαι. μή νυν χρόνιοι μέλλετε πράσσειν: καιρὸς καὶ πλοῦς ὅδ ἐπείγει γὰρ κατὰ πρύμνην. φέρε νυν στείχων χώραν καλέσω. χαῖρ, ὦ μέλαθρον ξύμφρουρον ἐμοί, νύμφαι τ ἔνυδροι λειμωνιάδες, καὶ κτύπος ἄρσην πόντου προβολῆς, οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη κρᾶτ ἐνδόμυχον πληγαῖσι νότου, πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ στόνον ἀντίτυπον χειμαζομένῳ. νῦν δ, ὦ κρῆναι Λύκιόν τε ποτόν, λείπομεν ὑμᾶς, λείπομεν ἤδη δόξης οὔ ποτε τῆσδ ἐπιβάντες. χαῖρ, ὦ Λήμνου πέδον ἀμφίαλον, καί μ εὐπλοίᾳ πέμψον ἀμέμπτως, ἔνθ ἡ μεγάλη Μοῖρα κομίζει γνώμη τε φίλων χὠ πανδαμάτωρ δαίμων, ὃς ταῦτ ἐπέκρανεν. χωρῶμεν δὴ πάντες ἀολλεῖς, νύμφαις ἁλίαισιν ἐπευξάμενοι νόστου σωτῆρας ἱκέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기