- 텍스트

Sophocles, Philoctetes, episode, anapests

(소포클레스, 필록테테스, episode, anapests)

μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων ἀίῃς μύθων, παῖ Ποίαντος:? φάσκειν δ αὐδὴν τὴν Ἡρακλέους ἀκοῇ τε κλύειν λεύσσειν τ ὄψιν. τὴν σὴν δ ἥκω χάριν οὐρανίας ἕδρας προλιπών, τὰ Διός τε φράσων βουλεύματά σοι κατερητύσων θ ὁδὸν ἣν στέλλει: σὺ δ ἐμῶν μύθων ἐπάκουσον. καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας, ὅσους πονήσας καὶ διεξελθὼν πόνους ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ ὁρᾶν. καὶ σοί, σάφ ἴσθι, τοῦτ ὀφείλεται παθεῖν, ἐκ τῶν πόνων τῶνδ εὐκλεᾶ θέσθαι βίον. ἐλθὼν δὲ σὺν τῷδ ἀνδρὶ πρὸς τὸ Τρωικὸν πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς, ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος, Πάριν μέν, ὃς τῶνδ αἴτιος κακῶν ἔφυ, τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου, πέρσεις τε Τροίαν, σκῦλά τ εἰς μέλαθρα σὰ πέμψεις, ἀριστεῖ ἐκλαβὼν στρατεύματος, Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα. ἃ δ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ, τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν κόμιζε. καὶ σοὶ ταῦτ, Ἀχιλλέως τέκνον, παρῄνες: οὔτε γὰρ σὺ τοῦδ ἄτερ σθένεις ἑλεῖν τὸ Τροίας πεδίον οὔθ οὗτος σέθεν. ἀλλ ὡς λέοντε συννόμω φυλάσσετον οὗτος σὲ καὶ σὺ τόνδ: ἐγὼ δ Ἀσκληπιὸν παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον. τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν τόξοις ἁλῶναι. τοῦτο δ ἐννοεῖθ, ὅταν πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς: ὡς τἄλλα πάντα δεύτερ ἡγεῖται πατὴρ Ζεύς: οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς: κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.?

상위

Philoctetes (필록테테스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION