- 텍스트

Sophocles, Philoctetes, episode 3:

(소포클레스, 필록테테스, episode 3:)

ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε αὐτόν τ ἔμ:? ὧν δέ σου τυχεῖν ἐφίεμαι, ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν τύχας δοθείσας ἔστ ἀναγκαῖον φέρειν: ὅσοι δ ἑκουσίοισιν ἔγκεινται βλάβαις, ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν δίκαιόν ἐστιν οὔτ ἐποικτίρειν τινά. σὺ δ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει, ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων, στυγεῖς, πολέμιον δυσμενῆ θ ἡγούμενος. ὅμως δὲ λέξω: Ζῆνα δ ὁρ´κιον καλῶ: καὶ ταῦτ ἐπίστω καὶ γράφου φρενῶν ἔσω. σὺ γὰρ νοσεῖς τόδ ἄλγος ἐκ θείας τύχης, Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις: καὶ παῦλαν ἴσθι τῆσδε μή ποτ ἂν τυχεῖν νόσου βαρείας, ἑώς ἂν αὑτὸς ἥλιος ταύτῃ μὲν αἴρῃ, τῇδε δ αὖ δύνῃ πάλιν, πρὶν ἂν τὰ Τροίας πεδί ἑκὼν αὐτὸς μόλῃς, καὶ τοῖν παρ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα ξὺν τοῖσδε τόξοις ξύν τ ἐμοὶ πέρσας φανῇς. ὡς δ οἶδα ταῦτα τῇδ ἔχοντ ἐγὼ φράσω. ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς, Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς ὡς δεῖ γενέσθαι ταῦτα: καὶ πρὸς τοῖσδ ἔτι ὡς ἔστ ἀνάγκη τοῦ παρεστῶτος θέρους Τροίαν ἁλῶναι πᾶσαν: ἢ δίδως ἑκὼν κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων. ταῦτ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων. καλὴ γὰρ ἡ πίκτησις, Ἑλλήνων ἕνα κριθέντ ἄριστον τοῦτο μὲν παιωνίας ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.?

상위

Philoctetes (필록테테스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION