호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶσ εἶπασ; ἆρα δεύτερον δολούμεθα; ἀπώμοσ’ ἁγνὸν Ζηνὸσ ὑψίστου σέβασ. ὦ φίλτατ’ εἰπών, εἰ λέγεισ ἐτήτυμα. τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων. ἐγὼ δ’ ἀπαυδῶ γ’, ᾧ θεοὶ ξυνίστορεσ, ὑπέρ τ’ Ἀτρειδῶν τοῦ τε σύμπαντοσ στρατοῦ. τέκνον, τίνοσ φώνημα, μῶν Ὀδυσσέωσ, ἐπῃσθόμην; σάφ’ ἴσθι· καὶ πέλασ γ’ ὁρᾷσ, ὅσ σ’ ἐσ τὰ Τροίασ πεδί’ ἀποστελῶ βίᾳ, ἐάν τ’ Ἀχιλλέωσ παῖσ ἐάν τε μὴ θέλῃ· ἀλλ’ οὔ τι χαίρων, ἢν τόδ’ ὀρθωθῇ βέλοσ. ἆ, μηδαμῶσ, μή, πρὸσ θεῶν, μεθῇσ βέλοσ. μέθεσ με, πρὸσ θεῶν, χεῖρα, φίλτατον τέκνον. οὐκ ἂν μεθείην. φεῦ· τί μ’ ἄνδρα πολέμιον ἐχθρόν τ’ ἀφείλου μὴ κτανεῖν τόξοισ ἐμοῖσ; ἀλλ’ οὔτ’ ἐμοὶ τοῦτ’ ἐστὶν οὔτε σοὶ καλόν. ἀλλ’ οὖν τοσοῦτόν γ’ ἴσθι, τοὺσ πρώτουσ στρατοῦ, τοὺσ τῶν Ἀχαιῶν ψευδοκήρυκασ, κακοὺσ ὄντασ πρὸσ αἰχμήν, ἐν δὲ τοῖσ λόγοισ θρασεῖσ. εἰε͂ν· τὰ μὲν δὴ τόξ’ ἔχεισ, κοὐκ ἔσθ’ ὅτου ὀργὴν ἔχοισ ἂν οὐδὲ μέμψιν εἰσ ἐμέ. ξύμφημι· τὴν φύσιν δ’ ἔδειξασ, ὦ τέκνον, ἐξ ἧσ ἔβλαστεσ, οὐχὶ Σισύφου πατρόσ, ἀλλ’ ἐξ Ἀχιλλέωσ, ὃσ μετὰ ζώντων ὅτ’ ἦν ἤκου’ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기