- 텍스트

Sophocles, Philoctetes, episode 2:

(소포클레스, 필록테테스, episode 2:)

πῶς εἶπας·? ἆρα δεύτερον δολούμεθα· ἀπώμος ἁγνὸν Ζηνὸς ὑψίστου σέβας. ὦ φίλτατ εἰπών, εἰ λέγεις ἐτήτυμα. τοὔργον παρέσται φανερόν: ἀλλὰ δεξιὰν πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων. ἐγὼ δ ἀπαυδῶ γ, ᾧ θεοὶ ξυνίστορες, ὑπέρ τ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ. τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως, ἐπῃσθόμην· σάφ ἴσθι: καὶ πέλας γ ὁρᾷς, ὅς ς ἐς τὰ Τροίας πεδί ἀποστελῶ βίᾳ, ἐάν τ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ: ἀλλ οὔ τι χαίρων, ἢν τόδ ὀρθωθῇ βέλος. ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος. μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον. οὐκ ἂν μεθείην. φεῦ: τί μ ἄνδρα πολέμιον ἐχθρόν τ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς· ἀλλ οὔτ ἐμοὶ τοῦτ ἐστὶν οὔτε σοὶ καλόν. ἀλλ οὖν τοσοῦτόν γ ἴσθι, τοὺς πρώτους στρατοῦ, τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς. εἰε῀ν: τὰ μὲν δὴ τόξ ἔχεις, κοὐκ ἔσθ ὅτου ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ. ξύμφημι: τὴν φύσιν δ ἔδειξας, ὦ τέκνον, ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός, ἀλλ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ ἦν ἤκου ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.?

상위

Philoctetes (필록테테스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION