호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι ς ἐάσω:? τῷ δὲ σύμπαντι στρατῷ λέξω τάδ ἐλθών, ὅς σε τιμωρήσεται. ἐσωφρόνησας: κἂν τὰ λοίφ οὕτω φρονῇς, ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα. σὺ δ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω, ἔξελθ, ἀμείψας τάσδε πετρήρεις στέγας. τίς αὖ παρ ἄντροις θόρυβος ἵσταται βοῆς· τί μ ἐκκαλεῖσθε· τοῦ κεχρημένοι, ξένοι· ὤμοι: κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα πάρεστε πρὸς κακοῖσι πέμποντες κακά· θάρσει: λόγους δ ἄκουσον οὓς ἥκω φέρων. δέδοικ ἔγωγε: καὶ τὰ πρὶν γὰρ ἐκ λόγων καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις. οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν· τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου τὰ τόξ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ. ἀλλ οὔ τι μὴν νῦν: βούλομαι δέ σου κλύειν, πότερα δέδοκταί σοι μένοντι καρτερεῖν ἢ πλεῖν μεθ ἡμῶν· παῦε, μὴ λέξῃς πέρα: μάτην γὰρ ἃν εἴπῃς γε πάντ εἰρήσεται. οὕτω δέδοκται· καὶ πέρα γ ἴσθ ἢ λέγω. ἀλλ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις ἐμοῖσιν: εἰ δὲ μή τι πρὸς καιρὸν λέγων κυρῶ, πέπαυμαι. πάντα γὰρ φράσεις μάτην. οὐ γάρ ποτ εὔνουν τὴν ἐμὴν κτήσει φρένα, ὅστις γ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς. ὄλοισθ, Ἀτρεῖδαι μὲν μάλιστ, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ. μὴ πεύξῃ πέρα: δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기