호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας Ὀδυσσέα στείχοντα τόν τ Ἀχιλλέως γόνον πρὸς ἡμᾶς δεῦρ ἰόντ ἐλεύσσομεν.? οὐκ ἂν φράσειας ἥντιν αὖ παλίντροπος κέλευθον ἑρ´πεις ὧδε σὺν σπουδῇ ταχύς· λύσων ὅς ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ. δεινόν γε φωνεῖς: ἡ δ ἁμαρτία τίς ἦν· ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον· ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών. τὸν ποῖον· ὤμοι: μῶν τι βουλεύει νέον· νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ, τί χρῆμα δράσεις· ὥς μ ὑπῆλθέ τις φόβος. παρ οὗπερ ἔλαβον τάδε τὰ τόξ, αὖθις πάλιν ὦ Ζεῦ, τί λέξεις· οὔ τί που δοῦναι νοεῖς· αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω. πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε· εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν. τί φής, Ἀχιλλέως παῖ· τίν εἴρηκας λόγον· δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μ ἔπη· ἀρχὴν κλύειν ἂν οὐδ ἅπαξ ἐβουλόμην. εὖ νῦν ἐπίστω πάντ ἀκηκοὼς λόγον. ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν. τί φής· τίς ἔσται μ οὑπικωλύσων τάδε· ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ. σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν. σὺ δ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά. ἀλλ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε. καὶ πῶς δίκαιον, ἅ γ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα· τὴν ἁμαρτίαν αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι. στρατὸν δ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε· ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον. ξὺν τῷ δικαίῳ χεὶρ ἐμή ς ἀναγκάσει. ἀλλ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν. οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα. ἴτω τὸ μέλλον. χεῖρα δεξιὰν ὁρᾷς κώπης ἐπιψαύουσαν· ἀλλὰ κἀμέ τοι ταὐτὸν τόδ ὄψει δρῶντα κοὐ μέλλοντ ἔτι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기