- 텍스트

Sophocles, Oedipus Tyrannus, episode, close

(소포클레스, 오이디푸스 튀란노스, episode, close)

πειστέον, κεἰ μηδὲν ἡδύ.? πάντα γὰρ καιρῷ καλά. οἶσθ ἐφ οἷς οὖν εἶμι· λέξεις, καὶ τότ εἴσομαι κλύων. γῆς μ ὅπως πέμψεις ἄποικον. τοῦ θεοῦ μ αἰτεῖς δόσιν. ἀλλὰ θεοῖς γ ἔχθιστος ἥκω. τοιγαροῦν τεύξει τάχα. φῂς τάδ οὖν· ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην. ἄπαγέ νύν μ ἐντεῦθεν ἤδη. στεῖχέ νυν, τέκνων δ ἀφοῦ. μηδαμῶς ταύτας γ ἕλῃ μου. πάντα μὴ βούλου κρατεῖν: καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο. ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ, Οἰδίπους ὅδε, ὃς τὰ κλείν αἰνίγματ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ, οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων, εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν. ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν ἡμέραν ἐπισκοποῦντα μηδέν ὀλβίζειν, πρὶν ἂν τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.?

상위

Oedipus Tyrannus (오이디푸스 튀란노스)

목록

  • close
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION