- 텍스트

Sophocles, Oedipus Tyrannus, episode 1:

(소포클레스, 오이디푸스 튀란노스, episode 1:)

ἀλλ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθ ὅδε Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.? οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ ἔπος· τίς μοι φανεῖται πίστις ἔνδικος· τὰ γὰρ πάρος πρὸς αὐτὸν πάντ ἐφεύρημαι κακός. οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, οὐδ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. ἀλλ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα αἰδεῖσθ ἄνακτος Ἡλίου, τοιόνδ ἄγος ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ μήτ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. ἀλλ ὡς τάχιστ ἐς οἶκον ἐσκομίζετε: τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ ὁρᾶν μόνοις τ ἀκούειν εὐσεβῶς ἔχει κακά. πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ ἀπέσπασας, ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ ἐμέ, πιθοῦ τί μοι: πρὸς σοῦ γὰρ οὐδ ἐμοῦ φράσω. καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν· ῥῖψόν με γῆς ἐκ τῆσδ ὅσον τάχισθ, ὅπου θνητῶν φανοῦμαι μηδενὸς προσήγορος. ἔδρας ἂν εὖ τοῦτ ἴσθ ἄν, εἰ μὴ τοῦ θεοῦ πρώτιστ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν. ἀλλ ἥ γ ἐκείνου πᾶς ἐδηλώθη φάτις, τὸν πατροφόντην, τὸν ἀσεβῆ μ ἀπολλύναι. οὕτως ἐλέχθη ταῦθ: ὅμως δ ἵν ἕσταμεν χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον. οὕτως ἄρ ἀνδρὸς ἀθλίου πεύσεσθ ὕπερ· καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.?

상위

Oedipus Tyrannus (오이디푸스 튀란노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION