호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀπόλλων τάδ ἦν, Ἀπόλλων, φίλοι, ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ ἐμὰ πάθεα.? ἔπαισε δ αὐτόχειρ νιν οὔτις, ἀλλ ἐγὼ τλάμων. τί γὰρ ἔδει μ ὁρᾶν, ὅτῳ γ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ· ἦν τᾷδ ὅπωσπερ καὶ σύ φῄς. τί δῆτ ἐμοὶ βλεπτὸν ἢ στερκτὸν ἢ προσήγορον ἔτ ἔστ ἀκούειν ἡδονᾷ φίλοι· ἀπάγετ ἐκτόπιον ὅ τι τάχιστά με, ἀπάγετ, ὦ φίλοι, τὸν μέγ ὀλέθριον τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν. δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, ὡς ς ἠθέλησα μηδέ γ ἂν γνῶναί ποτε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기