호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ὁ μὲν οὖν Ζεὺς ὅ τ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν εἰδότες:? ἀνδρῶν δ ὅτι μάντις πλέον ἢ γὼ φέρεται, κρίσις οὔκ ἔστιν ἀλαθής: σοφίᾳ δ ἂν σοφίαν παραμείψειεν ἀνήρ. ἀλλ οὔποτ ἔγωγ ἄν, πρὶν ἴδοιμ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. φανερὰ γὰρ ἐπ αὐτῷ, πτερόεσς ἦλθε κόρα ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θ ἁδύπολις τῷ ἀπ ἐμᾶς φρενὸς οὔποτ ὀφλήσει κακίαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기