- 텍스트

Sophocles, Oedipus at Colonus, episode, close

(소포클레스, Oedipus at Colonus, episode, close)

ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος μήτε πελάζειν ἐς τούσδε τόπους μήτ ἐπιφωνεῖν μηδένα θνητῶν θήκην ἱεράν, ἣν κεῖνος ἔχει.? καὶ ταῦτά μ ἔφη πράσσοντα καλῶς χώραν ἕξειν αἰὲν ἄλυπον. ταῦτ οὖν ἔκλυεν δαίμων ἡμῶν χὠ πάντ ἀΐων Διὸς Ὅρκος. ἀλλ εἰ τάδ ἔχει κατὰ νοῦν κείνῳ, ταῦτ ἂν ἀπαρκοῖ: Θήβας δ ἡμᾶς τὰς ὠγυγίους πέμψον, ἐάν πως διακωλύσωμεν ἰόντα φόνον τοῖσιν ὁμαίμοις. δράσω καὶ τάδε καὶ πάνθ ὁπός ἂν μέλλω πράσσειν πρόσφορά θ ὑμῖν καὶ τῷ κατὰ γῆς, ὃς νέον ἔρρει, πρὸς χάριν: οὐ δεῖ μ ἀποκάμνειν. ἀλλ ἀποπαύετε μηδ ἐπὶ πλείω θρῆνον ἐγείρετε: πάντως γὰρ ἔχει τάδε κῦρος.?

상위

Oedipus at Colonus

목록

  • close
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION