호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐά ἐά, ἰδοὺ μάλ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.? ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷ ματέρι τυγχάνεις ἀφεγγὲς φέρων. ἐναισίου δὲ σοῦ τύχοιμι, μηδ ἄλαστον ἄνδρ ἰδὼν ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ. ἆρ ἐγγὺς ἁνήρ· ἆρ ἔτ ἐμψύχου, τέκνα, κιχήσεταί μου καὶ κατορθοῦντος φρένα· τί δ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί· ἀνθ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기