호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶς ζώειν, σκαιοσύναν φυλάσσων ἐν ἐμοὶ κατάδηλος ἔσται.? ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ λύπας ἐγγυτέρω, τὰ τέρποντα δ οὐκ ἂν ἴδοις ὅπου, ὅταν τις ἐς πλέον πέσῃ τοῦ δέοντος: ὁ δ ἐπίκουρος ἰσοτέλεστος, Αἴ¨δος ὅτε μοῖρ ἀνυμέναιος ἄλυρος ἄχορος ἀναπέφηνε, θάνατος ἐς τελευτάν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기