호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰήν ὅθι δαΐων ἀνδρῶν τάχ ἐπιστροφαὶ τὸν χαλκοβόαν Ἄρη μείξουσιν, ἢ πρὸς Πυθίαις ἢ λαμπάσιν ἀκταῖς, οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη θνατοῖσιν, ὧν καὶ χρυσέα κλῂς ἐπὶ γλώσσᾳ βέβακε προσπόλων Εὐμολπιδᾶν:? ἔνθ οἶμαι τὸν ἐγρεμάχαν Θησέα καὶ τὰς διστόλους ἀδμῆτας ἀδελφὰς αὐτάρκει τάχ ἐμμίξειν βοᾷ τούσδ ἀνὰ χώρους:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기