호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ ξένοι, ἀπόπτολις:? ἀλλὰ μὴ τί τόδ ἀπεννέπεις, γέρον· μὴ μὴ μή μ ἀνέρῃ τίς εἰμι, μηδ ἐξετάσῃς πέρα ματεύων. τί τόδ· αἰνὰ φύσις. αὔδα. τέκνον, ὤμοι, τί γεγώνω· τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν. ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν· λέγ, ἐπείπερ ἐπ ἔσχατα βαίνεις. ἀλλ ἐρῶ: οὐ γὰρ ἔχω κατακρυφάν. μακρὰ μέλλετον, ἀλλὰ τάχυνε. Λαΐου ἴστε τιν· ὢ ἰοὺ ἰού. τό τε Λαβδακιδᾶν γένος· ὦ Ζεῦ. ἄθλιον Οἰδιπόδαν· σὺ γὰρ ὅδ εἶ· δέος ἴσχετε μηδὲν ὅς αὐδῶ. ἰὼ ὢ ὤ. δύσμορος. ὢ ὤ. θύγατερ, τί ποτ αὐτίκα κύρσει· ἔξω πόρσω βαίνετε χώρας. ἃ δ ὑπέσχεο ποῖ καταθήσεις, οὐδενὶ μοιριδία τίσις ἔρχεται ἃν προπάθῃ τὸ τίνειν: ἀπάτα δ ἀπά- ταις ἑτέραις ἑτέρα παραβαλλομέ- να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ- χειν. σὺ δὲ τῶνδ ἑδράνων πάλιν ἔκτοπος αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε, μή τι πέρα χρέος ἐμᾷ πόλει προσάψῃς. ὦ ξένοι αἰδόφρονες, ἀλλ ἐπεὶ γεραὸν πατέρα τόνδ ἐμὸν οὐκ ἀνέτλατ, ἔργων ἀκόντων ἀΐοντες αὐδάν, ἀλλ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθ, ἃ πατρὸς ὑπὲρ τοὐμοῦ μόνου ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ αἵματος ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον αἰδοῦς κῦρσαι: ἐν ὔμμι γὰρ ὡς θεῷ κείμεθα τλάμονες. ἀλλ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν: πρός ς ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι, ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός: οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν, εἰ θεὸς ἄγοι, ἐκφυγεῖν δύναιτο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기