- 텍스트

Sophocles, Oedipus at Colonus, choral, antistrophe 1

(소포클레스, Oedipus at Colonus, choral, antistrophe 1)

ἐή, ἀλαῶν ὀμμάτων ἆρα καὶ ἦσθα φυτάλμιος·? δυσαίων μακραίων γ, ὅς ἐπεικάσαι. ἀλλ οὐ μὰν ἔν γ ἐμοὶ προσθήσει τάσδ ἀράς. περᾷς γάρ, περᾷς: ἀλλ ἵνα τῷδ ἐν ἀ- φθέγκτῳ μὴ προπέσῃς νάπει ποιάεντι, κάθυδρος οὗ κρατὴρ μειλιχίων ποτῶν ῥεύματι συντρέχει, τόν, ξένε πάμμορ, εὖ φύλαξαι· μετάσταθ ἀπόβαθι. πολ- λὰ κέλευθος ἐρατύει: κλύεις, ὦ πολύμοχθ ἀλᾶτα· λόγον εἴ τιν οἴσεις πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς, ἵνα πᾶσι νόμος, φώνει: πρόσθεν δ ἀπερύκου. θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ· ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν, εἴκοντας ἃ δεῖ κἀκούοντας. πρόσθιγέ νύν μου. ψαύω καὶ δή. ὦ ξένε, μὴ δῆτ ἀδικηθῶ σοὶ πιστεύσας καὶ μεταναστάς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION