- 텍스트

Sophocles, Ichneutae 30:

(소포클레스, Ichneutae 30:)

σὺ δ οὖν τὸ λοιπὸν εἰς ἔμ εὐδίαν ἔχων, εἴ σοι φέρει χάρμ ἤ τι κερδαίνειν δοκεῖς ὄπως θέλεις κάχαζε καὶ τέρπου φρένα:? τὸν παῖδα δ ὄντα τοῦ Διὸς σαφεῖ λόγῳ μὴ σκῶπτε ποιῶν ἐν νέῳ νέον λόγον: οὗτος γὰρ οὔτε πρὸς πατρὸς κλέπτης ἔφυ οὔτ αὖτις ἐν μήτρωσιν ἡ κλοπὴ κρατεῖ. εἰ δὴ κλοπή τίς ἐστι, τὸν κλέπτην σκόπει ἄπορον ἄκαρπον: τοῦδε δ οὐ π<ει>ν<ῇ> δόμος. ἄθρει γένος πρόσαπτε τὴν πονηρίαν πρὸς ὅντιν ἥκει: τῷδε δ οὐχ οὕτω πρέπει. ἀλλ αἰὲν εἶ σὺ παῖς: νέος γὰρ ὢν ἀνὴρ πώγωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς. παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς. οὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ χανόντα κλαίειν ὕστερ· ὡς ἐγὼ <λ>έ<γ>ω.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION