- 텍스트

Sophocles, Ichneutae 25:

(소포클레스, Ichneutae 25:)

μὴ νῦν ἀπίστει:? πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη. καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν· πιθοῦ: θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δ ἄναυδος ἦν ὁ θήρ. ποῖός τις ἦν εἶδος· προμήκης, ἢ πίκυρτος, ἢ βραχύς· βραχύς, χυτρώδης, ποικίλῃ δορᾷ κατερρικνωμένος. ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις· πλεῖστον μεταξύ: γογγύλον γάρ ἐστι καὶ βραχυσκελές. οὐδ ὡς ἰχνευμ<ων> προσφερὲς πέφυκεν οὐδ ὡς καρκίν<ος>· οὐδ αὖ τοιοῦτόν ἐστιν: ἀλλ ἄλλον τιν ἐξευροῦ τρόπον. ἀλλ ὡς κεράστης κάνθαρος δῆτ ἐστὶν Αἰτναῖος φυήν· νῦν ἐγγὺς ἔγνως ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον. τί δ αὖ τὸ φωνοῦν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον. λοφορίνη σύγγονος τῶν ὀστράκων. ποῖον δὲ τοὔνομ ἐννέπεις· πόρσυνον, εἴ τι πλέον ἔχεις. τὸν θῆρα μὲν χέλυν, τὸ φωνοῦν δ αὖ λύραν ὁ παῖς καλεῖ. κτέανον ησύ τινι· δέρμα κστ ον ὧδε κλαγγάνει όρως ἐρείδεται πλεκτα λάδος κ κόλλοπες δε αμματω ον καὶ τοῦτο λύπης ἔστ ἄκεστρον καὶ παραψυκτήριον κείνῳ μόνον, χαίρει δ ἀλύων καί τι προσφωνῶν μέλος ξύμφωνον:?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION