호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦτον δὲ χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω:? μητρὸς γὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται: κἀδεστὰ καὶ ποτῆτα καὶ κοιμήματα πρὸς σπαργάνοις μένουσα λικνῖτιν τροφὴν ἐξευθετίζω νύκτα καὶ καθ ἡμέραν. ὁ δ αὔξεται κατ ἦμαρ οὐκ ἐπεικότα μέγιστος, ὥστε θαῦμα καὶ φόβος μ ἔχει. οὔπω γὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμένος γυίοις ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν, κἀξορμενίζει κοὐκέτι σχολάζεται βλάστη: τοιόνδε παῖδα θησαυρὸς στέγει. δυσεύρετός τ ἔτ ἐστι τοῦ πατρὸς θέσει. ἀφανεῖ δ ὃ πεύθῃ φθέγμα μηχανῇ βρέμον καὶ πόλλ ἐθάμβεις αὐτὸς, ἡμέρᾳ μιᾳ ἐξ ὑπτίας κίστη γ ἐμηχανήσατο: τοιόνδε θηρὸς ἐκ θανόντος ἡδονῆς ἔμμεστον αγγος εὑρ῀ε καὶ κάτω δονεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기