호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ ἔστ ἐκείνων νῦν τρόπων πεπαίτερα, καὶ τοῖσδε θηρῶν ἐκπύθοιο μᾶλλον ἂν ἀλκασμάτων δειλῆς τε πειρατηρίων νύμφης:? ἐμοὶ γὰρ οὐκ ἀρεστόν ἐστ ἔριν ὀρθοψάλακτον εν λόγοισιν ἱστάναι. ἀλλ ἥσυχος πρόφαινε καὶ μήνυέ μοι ὅτου μάλιστα πράγματος χρείαν ἔχεις. τόπων ἄνασσα τῶνδε, Κυλλήνης σθένος, ὅτου μὲν οὕνεκ ἦλθον, ὕστερον φράσω: τὸ φθέγμα δ ἡμῖν τοῦθ ὅπερ φωνεῖ φράσον καὶ τίς ποτ αὐτῷ διαχαράσσεται βροτῶν. ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδ εἰδέναι σαφῶς ὡς εἰ φανεῖτε τὸν λόγον τὸν ἐξ ἐμοῦ, αὐτοῖσιν ὑμῖν ζημία πορίζεται: καὶ γὰρ κέκρυπται τοὖργον ἐν θεῶν ἕδραις, Ἥραν ὅπως μὴ πύστις ἵξεται λόγου. Ζεὺς γὰρ κρυφαίαν ἐς στέγην Ἀτλαντίδος εύσατο: υ φιλας λήθῃ τῆς βαθυζώνου θεᾶς κατὰ σπέος δὲ παῖδ ἐφίτυσεν μόνον:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기