호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί μοι ψόφον·? φοβεῖσθε καὶ δειμαίνετε, μάλθης ἄναγνα σώματ ἐκμεμαγμένα κάκιστα θηρῶν ὀντες, ἐν πάσῃ σκιᾷ φόβον βλέποντες, πάντα δειματούμενοι, ἄνευρα κἀκόμιστα κἀνελεύθερα διακονοῦντες, σώματ εἰσιδεῖν μόνον καὶ γλῶσσα καὶ φάλητες. εἰ δέ που δέῃ, πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε. τοιοῦδε πατρός, ὦ κάκιστα θηρίων, οὗ πόλλ ἐφ ἥβης μνήματ ἀνδρείας ὕπο κεῖται παρ οἴκοις νυμφικοῖς ἠσκημένα, οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλουμένου, οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν πτήσσοντος, ἀλλ ακμαῖσιν ἐξειργασμένου ἃ νῦν ὑφ ὑμῶν λάμπρ ὑπορρυπαίνεται ψόφῳ νεώρει κόλακι ποιμένων ποθέν, ὃν δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν, πλοῦτον δὲ χρυσόφαντον ἐξαφίετε, ὃν Φοῖβος ὑμῖν εἶπε κἀνεδέξατο, καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν ὑμῖν τε κἀμοί:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기