- 텍스트

Sophocles, Ichneutae 2:

(소포클레스, Ichneutae 2:)

κιο πειτα ἐπεσσύθην γλ ω πᾶσιν θεοῖς καὶ πᾶσιν ἀγγέλλω βροτοῖς καὶ δῶρ ὑπισχνοῦμαι τελεῖν ἀπόπροθεν:? ον δύσλοφον φρενὶ τα βοῦς ἀμολγάδας μόσχους τε καὶ νέων νόμευμα πορτίδων ἅπαντα φροῦδα καὶ μάτην ἰχνοσκοπῶ λαθραῖ ἰόντα τῆλε βουστάθμου κάπης ἀφανῶς τέχναισιν: ὡς ἐγὼ οὐκ ἂν ᾠόμην οὔτ ἂν θεῶν τιν οὔτ ἐφημέρων βροτῶν δρᾶσαι τόδ ἔργον ὧδερσθβ· πρὸς τόλμαν πεσεῖν. ταῦτ οὖν ἐπείπερ ἔμαθον ἐκπλαγεὶς ὄκνῳ στείχῶ, ματεύω, παντελὲς κήρυγμ ἔχων θεοῖς βροτοῖς τε μηδέν ἀγνοεῖν τάδε. ἀκολουθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ: Θρᾳκῶν δ ἐπῆλθον φῦλα τοῦ παντὸς στρατοῦ ἀλλ οὔτις ς λκιο ισἔπειτα δὲ τὰ Θεσσαλῶν τ ἔγκαρπα πεδί ἐπεσσύθην Βοιωτίας τε γῆς πολυκτήτους πόλεις, ἔπειτα δ ς Δωρικο γείτον ἐνθεν ήκω ξυνα Κυλλήνης τε δύσβατον τε χῶρον, ἐς δ ὑλ ὡς εἴτε ποιμὴν εἴτ ἀγρωστήρων τις ἢ μαριλοκαυτῶν ἐν λόγῳ παρίσταται ἢ τῶν ὀρείων νυμφογεννήτου γένους θηρῶν τίς ἐστι, πᾶσιν ἀγγέλλω τάδε, τὸν φῶρα τῶν Παιῶνος ὅστις ἂν λάβῃ, τῷδ αὐτόχρημα μισθός ἐσθ ὁ κείμενος.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION