호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κιο πειτα ἐπεσσύθην γλ ω πᾶσιν θεοῖς καὶ πᾶσιν ἀγγέλλω βροτοῖς καὶ δῶρ ὑπισχνοῦμαι τελεῖν ἀπόπροθεν:? ον δύσλοφον φρενὶ τα βοῦς ἀμολγάδας μόσχους τε καὶ νέων νόμευμα πορτίδων ἅπαντα φροῦδα καὶ μάτην ἰχνοσκοπῶ λαθραῖ ἰόντα τῆλε βουστάθμου κάπης ἀφανῶς τέχναισιν: ὡς ἐγὼ οὐκ ἂν ᾠόμην οὔτ ἂν θεῶν τιν οὔτ ἐφημέρων βροτῶν δρᾶσαι τόδ ἔργον ὧδερσθβ· πρὸς τόλμαν πεσεῖν. ταῦτ οὖν ἐπείπερ ἔμαθον ἐκπλαγεὶς ὄκνῳ στείχῶ, ματεύω, παντελὲς κήρυγμ ἔχων θεοῖς βροτοῖς τε μηδέν ἀγνοεῖν τάδε. ἀκολουθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ: Θρᾳκῶν δ ἐπῆλθον φῦλα τοῦ παντὸς στρατοῦ ἀλλ οὔτις ς λκιο ισἔπειτα δὲ τὰ Θεσσαλῶν τ ἔγκαρπα πεδί ἐπεσσύθην Βοιωτίας τε γῆς πολυκτήτους πόλεις, ἔπειτα δ ς Δωρικο γείτον ἐνθεν ήκω ξυνα Κυλλήνης τε δύσβατον τε χῶρον, ἐς δ ὑλ ὡς εἴτε ποιμὴν εἴτ ἀγρωστήρων τις ἢ μαριλοκαυτῶν ἐν λόγῳ παρίσταται ἢ τῶν ὀρείων νυμφογεννήτου γένους θηρῶν τίς ἐστι, πᾶσιν ἀγγέλλω τάδε, τὸν φῶρα τῶν Παιῶνος ὅστις ἂν λάβῃ, τῷδ αὐτόχρημα μισθός ἐσθ ὁ κείμενος. ὦ Φοῖβε, σοῦ φώνημαθ ὡς ἐπέκλυον βοῶντος ὀρθίοισι σὺν κηρύγμασι, σπουδῇ τάδ, ἣ πάρεστι πρεσβύτῃ μαθών σοί, Φοῖβ Ἄπολλον, προσφιλὴς εὐεργέτης θέλων γενέσθαι τῷδ ἐπεσσύθην δρόμῳ, ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγέσω.
τὸτ αγγελός μοι κείμενον χρυσον στέφε μάλιστ ἐπ αισι πρόσθε σν, παῖδας δ εμοὺς ὄσσοισι αυεβα ιμ ἂν εἴπερ ἐκτελεῖς ἅπερ λέγεις ώσω: μοῦνον ἐμπέδου τάδε. τας βοῦς ἀπάξω σοι: σὺ δ ἐμπέδου δόσιν. ἕξει σφ ὁ γ εὑρὼν ὅστις ἔσθ: ἑτοῖμα δέ. ις εζητ εσο α τί τοῦτο· ποιλέγεις·
ἐλεύθερος σὺ πᾶν τε γένος ἔσται τέκνων. ἴθ ἄγε δ πόδα βάσιν τεν ἀπαπαπαῖ ὢ ὤ, σέ τοι ἔπιθι κλωπ ὑπόνομα κ διανύτων ό πατρικὰν γῆρυν πῶς πᾷ τὰ λάθρια νύχια κλέμματα ποσσὶ εἴ πως, ἂν τύχω, πο πατρί τ ἐλεύθερον βμετ ξυνάμα θεὸς ὁ φίλος ἀνέτω πόνους, προφήνας ἀρίζηλα χρυσοῦ παραδείγματα.
θεὸς Τύχη καὶ δαῖμον ἰθυντήριε, τυχεῖν με πράγους οὗ δράμημ ἐπείγεται, λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι Φοίβου κλοπαίας βοῦς ἀπεστερημένου.
τῶν εἴ τις ὀπτήρ ἐστιν ἢ κατήκοος, ἐμοί τ ἂν εἰή προσφιλὴς φράσας τόδε Φοίβῳ τ ἄνακτι συντελὴς εὐεργέτης. ατς τοῦ λόγουθ ἅμα μήνυτρα ἰὼ ς ϋηο δ οὐδ φησίν τις· ἢ ἐοίκεν ἤδη κ ἄγ εἱᾶ δὴ πᾶς ς ῥινηλατῶν ὀσμαῖσι αὔρας ἐάν πῃ πρ διπλοῦς ὀκλάζων ν ὕποσμος ἐν χρῷ οὕτως ἔρευναν καὶ π ἅπαντα χρηστὰ καὶ τελεῖν.
θεὸς θεὸς θεὸς θεός:
ἐά ἐά: ἔχειν ἐοίγμεν: ἴσχε, μὴ συρτει. ταῦτ ἔστ ἐκεῖνα: τῶν βοῶν τὰ σήματα. σίγα: θεός τις τὴν ἀποικίαν ἄγει. τί δρῶμεν, ὦ τᾶν· ἦ τὸ δέον ἐξήνομεν· τί· τοῖσι ταύτῃ πῶς δοκεῖ· δοκεῖ πάνυ. σαφῆ γὰρ αὔθ ἕκαστα σημαίνει τάδε. ἰδοὺ ἰδού: καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλιν. ἄθρει μάλα. αὔτ ἐστι τοῦτο μέτρον ἐκμετρούμενον. χώρει δρόμῳ καὶ ταν ἔχου οπμενος ῥοίβδημ ἐάν τι τῶν βοῶν δι οὖς λάβῃ οὐκ εἰσακούω πω τορῶς τοῦ φθέγματος. ἀλλ αὐτὰ μὴν ἴχνη τε χὠ στίβος τάδε κείνων ἐναργῆ τῶν βοῶν μαθεῖν πάρα.
ἐά μάλα: παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα εἰς τοὔμπαλιν δέδορκεν αὐ: τάδ εἴσιδε. τί ἐστὶ τουτί· τίς ὁ τρόχος τοῦ τάγματος· εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δ αὖ ἐναντί ἀλλήλοισι συμπεπλεγμένα: δεινὸς κυκησμὸς εἶχε τὸν βοηλάτην. τίν αὖ τέχνην σὺ τήνδ ἄρ ἐξῆυρες, τίν αὖ, πρόσπαιον ὧδε κεκλιμένον κυνηγετεῖν πρὸς γῇ·
τίς ὑμῶν ὁ τρόπος· οὐχὶ μανθάνω: ἐχῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών, ἤ τις πίθηκος κύβδα θυμαίνεις τινί. τί ταῦτα· ποῦ γῆς ἐμάθετ ἐν ποίῳ τόπῳ· σημήνατ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου. ὕ ὗ ὕ ὗ. τί τοῦτ ἰύζεις· τίνα φοβῇ· τίν εἰσορᾷς· τί δεῖμ ὄπωπας· τί ποτε βακχεύεις ἔχων· αγχοῦ τις ἤχει κέρχνος: ἱμείρεις μαθεῖν τίς ἦν· τί σιγᾶτ, ὦ πρὸ τοῦ λαλίστατοι· σίγα μὲν οὖν. τίν ἔστ ἐκεῖθεν ἁπονοσφίζεις ἔχων· ἄκουε δή. καλῶς ἀκούσω μηδενὸς φωνὴν κλύων·
ἐμοὶ πιθοῦ. ἐμὸν δίωγμά γ οὐδαμῶς ὀνήσετε. ἄκουσον αὖ τοῦ χρήματος χρόνον τινά, οἱῴ κπλαγέντες ἐνθάδ ἐξενίσμεθα ψόφῳ, τὸν οὐδεὶς πώποτ ἤκουσεν βροτῶν. τί μοι ψόφον·
φοβεῖσθε καὶ δειμαίνετε, μάλθης ἄναγνα σώματ ἐκμεμαγμένα κάκιστα θηρῶν ὀντες, ἐν πάσῃ σκιᾷ φόβον βλέποντες, πάντα δειματούμενοι, ἄνευρα κἀκόμιστα κἀνελεύθερα διακονοῦντες, σώματ εἰσιδεῖν μόνον καὶ γλῶσσα καὶ φάλητες. εἰ δέ που δέῃ, πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε. τοιοῦδε πατρός, ὦ κάκιστα θηρίων, οὗ πόλλ ἐφ ἥβης μνήματ ἀνδρείας ὕπο κεῖται παρ οἴκοις νυμφικοῖς ἠσκημένα, οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλουμένου, οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν πτήσσοντος, ἀλλ ακμαῖσιν ἐξειργασμένου ἃ νῦν ὑφ ὑμῶν λάμπρ ὑπορρυπαίνεται ψόφῳ νεώρει κόλακι ποιμένων ποθέν, ὃν δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν, πλοῦτον δὲ χρυσόφαντον ἐξαφίετε, ὃν Φοῖβος ὑμῖν εἶπε κἀνεδέξατο, καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν ὑμῖν τε κἀμοί: ταῦτ ἀφέντες εὕδετε.
εἰ μὴ νανοστήσαντες ἐξιχνεύσετε τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλον, κλαίοντες αὐτῇ δειλίᾳ ψοφήσετε. πάτερ, παρὼν αὐτός με συμποδηγέτει, ἵν εὖ κατείδῃς εἴ τίς ἐστι δειλία: γνώσηι γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγων. ἐγὼ παρὼν αὐτός σε προσβιβῶ λόγῳ, κυνορτικὸν σύριγμα διακαλούμενος. ἀλλ εἷ ἐφίστω τριζύγης οἵμου βάσιν: ἐγὼ δ ἐν ἔργοις παρμένων ς ἀπευθυνῶ. ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ.
τδρ ἔνι βοῦς ἔνι πονο μὴ μεθῇ κροκι σὺ τί καλὸν ἐπιδ ὅδε γ ἀγαθὸς ὁ τρε κατὰ νόμον ἕπεται ἐφέπου, ἐφέπου μ ὀπποποῖ: λέγ ὅ τι πονεῖς. τί μάτην ὑπέκλαγες, ὑπέκριγες ὑπό μ ἴδες· ἔχεται ἐν πρώτῳ τίς ὅδε τροπῳ· ἔχει. ἐλήλυθεν, ἐλήλυθεν. ἐμὸς εἶ, ἀνάγου. δεῦτ ὤ, τίς ὅδε της ὁ δράκις, ὁ γράπις, Οὐρίας Οὐρίας, αδκεις παρέβης: μεθυ ὅ τι ποτε φερειν ἔποχον ἔχει τι στίβος ὁδενες στράτιος, στράτιος υ δεῦρ ἕπου: ἆ μιαρέ, γε ἦ τάχ ὁπόταν ἀπίηις ἀπελεύθερος ὢν ολ ἀλλὰ μὴ παραπλακ ἔπιθ ἔπεχ εἴσιθ ἴθι τὸ δὲ πλάγιον ἔχομεν πάτερ, τί σιγᾷς·
μῶν ἀληθὲς εἴπομεν·
οὐκ εἰσακούεις· ἦ κεκώφησαι, ψόφον· σίγα: τί ἔστιν· οὐ μενῶ. μέν, εἰ <δύνᾳ. > οὐκ ἔστιν. ἀλλ αὐτὸς σὺ ταῦθ ὅπῃ θέλεις ζήτει τε κἀξίχνευε καὶ πλούτει λαβὼν τὰς βοῦς τε καὶ τὸν χρυσὸν ε μὴ πλεῖστον ἔτι σν χρόνον. ἀλλ οὔ τι μή σοί μ ἐκλιπεῖν ἐφήσομαι οὐδ ἐξυπελθεῖν τοῦ πόνου πρίν γ ἂν σαφῶς εἰδῶμεν ὅντιν ἔνδον ἥδ ἔχει στέγη. ἰῶ` γ φθέγμα ου ηδ μις- θον δόμοισιν ὀλβίσῃς. ὁ δ οὐ φανεῖται τοῖσιν. ἀλλ ἐγὼ τάχα φέρων κτύπον πέδορτον ἐξαναγκάσω πηδήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν ὥστ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ.
θῆρες, τί τόνδε χλοερὸν ὑλώδη πάγον ἔνθηρον ὡρμήθητε σὺν πολλῇ βοῇ·
τίς ἥδε τέχνη· τίς μετάστασις πόνων, οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων, ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμένος δορᾷ χεροῖν τε θύρσον εὐπαλῆ φέρων ὄπισθεν εὐίαζετ ἀμφὶ τὸν θεὸν σὺν ἐγγόνοις νύμφαισι καὶ π<αί>δων ὄχλῳ· νῦν δ ἀγνοῶ τὸ χρῆμα: ποῖ στροφαὶ νέων μανιῶν στρέφουσι· θαῦμα γὰρ κατέκλυον ὁμοῦ πρέπον κέλευμά πως κυνηγετῶν ἐγγὺς μολόντων θηρὸς εὐναίου τροφῆς, ὁμοῦ δ ἂν αὖτις αι φωρ γλώσσης ἐτεινετ εἰς κλοπὴν έναι: αὖτις δ ατ μενων α κηρυκι κηρυγμα καὶ ταῦτ ἀφεῖσα σὺν ποδῶν λακτίσμασι κληδὼν ὁμοῦ πάμφυρτ ἐγειτνία στέγῃ καὶ ταῦτ ἂν ἄλλως ἢ κλμ φωνῶν ἀκούσας ὧδε παραπεπαισμένων φ λσθβ· η νων ὑμᾶς νοσεῖν νος τί νύμφην ἔτι ποε῀ιτ ἀναιτίαν· νύμφη βαθύζωνε παῦσαι χόλου τοῦδ, οὔτε γὰρ νεῖκος ἥκει σέ τοι δᾴου μάχας οὐδ ἀξενός που σέθεν γλῶσσαν μάταιός τ ἀφ ἡμῶν θίγοι.
μή με μὴ προψαλάξῃς κακοῖς, ἀλλ εὐπετῶς μοι πρόφανον τὸ πρᾶγ- μ, ἐν τόποις τοῖσδε τίς νέρθε γᾶς ὧδ ἀγα- στῶς ἐγάρυσε θέσπιν αὐδάν. ταῦτ ἔστ ἐκείνων νῦν τρόπων πεπαίτερα, καὶ τοῖσδε θηρῶν ἐκπύθοιο μᾶλλον ἂν ἀλκασμάτων δειλῆς τε πειρατηρίων νύμφης:
ἐμοὶ γὰρ οὐκ ἀρεστόν ἐστ ἔριν ὀρθοψάλακτον εν λόγοισιν ἱστάναι. ἀλλ ἥσυχος πρόφαινε καὶ μήνυέ μοι ὅτου μάλιστα πράγματος χρείαν ἔχεις. τόπων ἄνασσα τῶνδε, Κυλλήνης σθένος, ὅτου μὲν οὕνεκ ἦλθον, ὕστερον φράσω: τὸ φθέγμα δ ἡμῖν τοῦθ ὅπερ φωνεῖ φράσον καὶ τίς ποτ αὐτῷ διαχαράσσεται βροτῶν. ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδ εἰδέναι σαφῶς ὡς εἰ φανεῖτε τὸν λόγον τὸν ἐξ ἐμοῦ, αὐτοῖσιν ὑμῖν ζημία πορίζεται: καὶ γὰρ κέκρυπται τοὖργον ἐν θεῶν ἕδραις, Ἥραν ὅπως μὴ πύστις ἵξεται λόγου. Ζεὺς γὰρ κρυφαίαν ἐς στέγην Ἀτλαντίδος εύσατο: υ φιλας λήθῃ τῆς βαθυζώνου θεᾶς κατὰ σπέος δὲ παῖδ ἐφίτυσεν μόνον: τοῦτον δὲ χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω:
μητρὸς γὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται: κἀδεστὰ καὶ ποτῆτα καὶ κοιμήματα πρὸς σπαργάνοις μένουσα λικνῖτιν τροφὴν ἐξευθετίζω νύκτα καὶ καθ ἡμέραν. ὁ δ αὔξεται κατ ἦμαρ οὐκ ἐπεικότα μέγιστος, ὥστε θαῦμα καὶ φόβος μ ἔχει. οὔπω γὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμένος γυίοις ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν, κἀξορμενίζει κοὐκέτι σχολάζεται βλάστη: τοιόνδε παῖδα θησαυρὸς στέγει. δυσεύρετός τ ἔτ ἐστι τοῦ πατρὸς θέσει. ἀφανεῖ δ ὃ πεύθῃ φθέγμα μηχανῇ βρέμον καὶ πόλλ ἐθάμβεις αὐτὸς, ἡμέρᾳ μιᾳ ἐξ ὑπτίας κίστη γ ἐμηχανήσατο: τοιόνδε θηρὸς ἐκ θανόντος ἡδονῆς ἔμμεστον αγγος εὑρ῀ε καὶ κάτω δονεῖ. τος πορίζειν τοιάνδε γῆρυν.
μὴ νῦν ἀπίστει:
πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη. καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν· πιθοῦ: θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δ ἄναυδος ἦν ὁ θήρ. ποῖός τις ἦν εἶδος· προμήκης, ἢ πίκυρτος, ἢ βραχύς· βραχύς, χυτρώδης, ποικίλῃ δορᾷ κατερρικνωμένος. ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις· πλεῖστον μεταξύ: γογγύλον γάρ ἐστι καὶ βραχυσκελές. οὐδ ὡς ἰχνευμ<ων> προσφερὲς πέφυκεν οὐδ ὡς καρκίν<ος>· οὐδ αὖ τοιοῦτόν ἐστιν: ἀλλ ἄλλον τιν ἐξευροῦ τρόπον. ἀλλ ὡς κεράστης κάνθαρος δῆτ ἐστὶν Αἰτναῖος φυήν· νῦν ἐγγὺς ἔγνως ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον. τί δ αὖ τὸ φωνοῦν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον. λοφορίνη σύγγονος τῶν ὀστράκων. ποῖον δὲ τοὔνομ ἐννέπεις· πόρσυνον, εἴ τι πλέον ἔχεις. τὸν θῆρα μὲν χέλυν, τὸ φωνοῦν δ αὖ λύραν ὁ παῖς καλεῖ. κτέανον ησύ τινι· δέρμα κστ ον ὧδε κλαγγάνει όρως ἐρείδεται πλεκτα λάδος κ κόλλοπες δε αμματω ον καὶ τοῦτο λύπης ἔστ ἄκεστρον καὶ παραψυκτήριον κείνῳ μόνον, χαίρει δ ἀλύων καί τι προσφωνῶν μέλος ξύμφωνον: ἐξαίρει γὰρ αὐτὸν αἰόλισμα τῆς λύρας.
οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμ ἐμηχανήσατο. ὀ<ρθ>οψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου, πρεπτὰ <δ αὖ> διὰ τόνου φάσματ ἔγ- χωρ ἐπανθεμίζει.
τὸ πρᾶγμα δ οὗπερ πορεύω βάδην, ἴσθι τὸν δαίμον, ὅστις ποθ ὃς ταῦτ ἐτεχνήσατ, οὐκ ἄλλος ἐστὶν κλοπεὺς ἀντ ἐκείνου, γύναι, σάφ ἴσθι. σὺ δ ἀντὶ τῶνδε μὴ χαλε- φθῇς μ<η>δὲ δυσφορηθῇς. τίς ἔχει πλάνη σε·
τίνα κλοπὴν ὠνείδισας· οὐ μὰ Δία ς, ὦ πρέσβειρα χειμάζειν θέλω. μῶν τὸν Διὸς παῖδ ὄντα φ<η>λήτην καλεῖς· αν αὐτῇ τῇ κλοπῇ. εἴ γε τἀληθῆ λέγεις. τἀληθῆ λέγω. κεκλοφεναισαφ δε βοῦς πάνυ ᾳ καθήρμοσε λου τεμὼν φο δορα ἄρτι μανθάνω χρόνῳ ἐγχάσκοντα τῇ μῇ μωρίᾳ οὐδέν, ἀλλὰ παιδιᾶς χάριν. σὺ δ οὖν τὸ λοιπὸν εἰς ἔμ εὐδίαν ἔχων, εἴ σοι φέρει χάρμ ἤ τι κερδαίνειν δοκεῖς ὄπως θέλεις κάχαζε καὶ τέρπου φρένα:
τὸν παῖδα δ ὄντα τοῦ Διὸς σαφεῖ λόγῳ μὴ σκῶπτε ποιῶν ἐν νέῳ νέον λόγον: οὗτος γὰρ οὔτε πρὸς πατρὸς κλέπτης ἔφυ οὔτ αὖτις ἐν μήτρωσιν ἡ κλοπὴ κρατεῖ. εἰ δὴ κλοπή τίς ἐστι, τὸν κλέπτην σκόπει ἄπορον ἄκαρπον: τοῦδε δ οὐ π<ει>ν<ῇ> δόμος. ἄθρει γένος πρόσαπτε τὴν πονηρίαν πρὸς ὅντιν ἥκει: τῷδε δ οὐχ οὕτω πρέπει. ἀλλ αἰὲν εἶ σὺ παῖς: νέος γὰρ ὢν ἀνὴρ πώγωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς. παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς. οὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ χανόντα κλαίειν ὕστερ· ὡς ἐγὼ <λ>έ<γ>ω. στρέφου λυγίζου τε μύθοις, ὁποι- άν θέλεις βάξιν εὑρ´ισκ ἀπό- ψηκτον:
οὐ γάρ με ταῦτα πείσεις, <ὅ>πως τὸ χρῆμ οὗτος εἰργασμένος ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν που δοράς ἢ πὸ τῶν Λοξίου. μή με τᾶσδ ἐξ ὁδοῦ βίβαζε. ὁ Ζεὺς γὰρ ὁ παῖς κλοπ εἰ τοι πονηρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ.
κακῶς ἀκούειν οὐ πρέπει Διὸς γόνῳ. εἰ δ ἔστ ἀληθῆ, χρή με καὶ λέγειν τάδε. οὐ μὴ ταδ εἴπῃς ποῦ καὶ βόες νέμουσι τ πλείους δέ γ ἤδη νῦν τίς, ὦ πόνηρ, ἔχει· τί πλε ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκληιμένος. τὸν παῖδα παῦσαι τοῦ Διὸς κακῶς λέγων. παύοιμ ἄν , εἰ τὰς βοῦς τις ἐξελᾶν θέλοι. ἤδη με πνίγεις καὶ σὺ χαἰ βόες σέθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기