- 텍스트

Sophocles, episode

(소포클레스, episode)

τίς οἶδεν ὑμῶν ποῦ ποθ οἱ Φωκῆς ξένοι, οὕς φας Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον λελοιπόθ ἱππικοῖσιν ἐν ναυαγίοις·? σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος χρόνῳ θρασεῖαν: ὡς μάλιστα σοὶ μέλειν οἶμαι, μάλιστα δ ἂν κατειδυῖαν φράσαι. ἔξοιδα: πῶς γὰρ οὐχί· συμφορᾶς γὰρ ἂν ἔξωθεν εἰήν τῶν ἐμῶν τῆς φιλτάτης. ποῦ δῆτ ἂν εἰε῀ν οἱ ξένοι· δίδασκέ με. ἔνδον: φίλης γὰρ προξένου κατήνυσαν. ἦ καὶ θανόντ ἤγγειλαν ὡς ἐτητύμως· οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον. πάρεστ ἄρ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν· πάρεστι δῆτα, καὶ μάλ ἄζηλος θέα. ἦ πολλὰ χαίρειν μ εἶπας οὐκ εἰωθότως. χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε. σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας πᾶσιν Μυκηναίοισιν Ἀργείοις θ ὁρᾶν, ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος ἐξῄρετ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας. καὶ δὴ τελεῖται τἀπ ἐμοῦ: τῷ γὰρ χρόνῳ νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION