- 텍스트

Sophocles, choral, antistrophe 2

(소포클레스, choral, antistrophe 2)

καὶ μὴν πάρεισιν οἵδε:? φοινία δὲ χεὶρ στάζει θυηλῆς Ἄρεος, οὐδ ἔχω ψέγειν. Ὀρέστα, πῶς κυρεῖτε· τἀν δόμοισι μὲν καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν. τέθνηκεν ἡ τάλαινα· μηκέτ ἐκφοβοῦ μητρῷον ὥς σε λῆμ ἀτιμάσει ποτέ. παύσασθε: λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου. ὦ παῖδες, οὐκ ἄψορρον· εἰσορᾶτε ποῦ τὸν ἄνδρ· ἐφ ἡμῖν οὗτος ἐκ προαστίου χωρεῖ γεγηθὼς. . . βᾶτε κατ ἀντιθύρων ὅσον τάχιστα, νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ ὡς πάλιν. θάρσει: τελοῦμεν. ᾗ νοεῖς ἔπειγέ νυν. καὶ δὴ βέβηκα. τἀνθάδ ἂν μέλοιτ ἐμοί. δι ὠτὸς ἂν παῦρά γ ὡς ἠπίως ἐννέπειν πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς ὀρούσῃ πρὸς δίκας ἀγῶνα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION