- 텍스트

Sophocles, choral, strophe 2

(소포클레스, choral, strophe 2)

ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα τελοῦσι τοὔργον:? ἀλλὰ σῖγα πρόσμενε. πῶς δή· τί νῦν πράσσουσιν· ἡ μὲν ἐς τάφον λέβητα κοσμεῖ, τὼ δ ἐφέστατον πέλας. σὺ δ ἐκτὸς ᾖξας πρὸς τί· φρουρήσους ὅπως Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω. αἰαῖ. ἰὼ στέγαι φίλων ἔρημοι, τῶν δ ἀπολλύντων πλέαι. βοᾷ τις ἔνδον: οὐκ ἀκούετ, ὦ φίλαι· ἤκους ἀνήκουστα δύστανος, ὥστε φρῖξαι. οἴμοι τάλαιν: Αἴγισθε, ποῦ ποτ ὢν κυρεῖς· ἰδοὺ μάλ αὖ θροεῖ τις. ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν. ἀλλ οὐκ ἐκ σέθεν ᾠκτίρεθ οὗτος οὐδ ὁ γεννήσας πατήρ. ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι μοῖρα καθαμερία φθίνει φθίνει. ὤμοι πέπληγμαι. παῖσον, εἰ σθένεις, διπλῆν. ὤμοι μάλ αὖθις. εἰ γὰρ Αἰγίσθῳ θ ὁμοῦ. τελοῦς ἀραί: ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι. παλίρρυτον γὰρ αἷμ ὑπεξαιροῦσι τῶν κτανόντων οἱ πάλαι θανόντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION