호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ γοναί, γοναὶ σωμάτων ἐμοὶ φιλτάτων, ἐμόλετ ἀρτίως, ἐφηύρετ, ἤλθετ, εἴδεθ οὓς ἐχρῄζετε.? πάρεσμεν: ἀλλὰ σῖγ ἔχουσα πρόσμενε. τί δ ἔστιν· σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ. ἀλλ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν, τόδε μὲν οὔ ποτ ἀξιώσω τρέσαι, περισσὸν ἄχθος ἔνδον γυναικῶν ὀ`ν αἰεί. ὁρ´α γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης ἔνεστιν: εὖ δ ἔξοισθα πειραθεῖσά που. ὀτοτοτοτοῖ τοτοῖ, ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον, οὐδέ ποτε λησόμενον ἁμέτερον οἱο῀ν ἔφυ κακόν. ἔξοιδα, παῖ, ταῦτ: ἀλλ ὅταν παρουσία φράζῃ, τότ ἔργων τῶνδε μεμνῆσθαι χρεών.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기