호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰώ μοί μοι δύστηνος.? καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον. ἆρ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα: θέλεις μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων· ἥκιστα: μηδὲν πρόσθεν ἢ τὰ Λοξίου πειρώμεθ ἔρδειν κἀπὸ τῶνδ ἀρχηγετεῖν, πατρὸς χέοντες λουτρά: ταῦτα γὰρ φέρει νίκην τ ἐφ ἡμῖν καὶ κράτος τῶν δρωμένων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기