호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ φίλτατ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.? ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων, ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, ἀλλ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ ἡμᾶς τ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει. τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον. ἐγὼ γὰρ ἡνίχ ἱκόμην τὸ Πυθικὸν μαντεῖον, ὡς μάθοιμ ὅτῳ τρόπῳ πατρὶ δίκας ἀροίμην τῶν φονευσάντων πάρα, χρῇ μοι τοιαῦθ ὁ Φοῖβος ὧν πεύσει τάχα: ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς. ὅτ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν, σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ, δόμων ἔσω τῶνδ, ἴσθι πᾶν τὸ δρώμενον, ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ. οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ γνῶς, οὐδ ὑποπτεύσουσιν ὧδ ἠνθισμένον. λόγῳ δὲ χρῶ τοιῷδ, ὅτι ξένος μὲν εἶ Φωκέως παρ ἀνδρὸς Φανοτέως ἥκων: ὃ γὰρ μέγιστος αὐτοῖς τυγχάνει δορυξένων. ἄγγελλε δ ὁρ´κον προστιθεὶς ὁθούνεκα τέθνηκ Ὀρέστης ἐξ ἀναγκαίας τύχης, ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων δίφρων κυλισθείς: ὧδ ὁ μῦθος ἑστάτω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기