호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴμ ὡς ἐοίκας ὀψὲ τὴν δίκην ἰδεῖν.? οἴμοι, ἔχω μαθὼν δείλαιος: ἐν δ ἐμῷ κάρᾳ θεὸς τότ ἄρα τότε μέγα βάρος μ ἔχων ἔπαισεν, ἐν δ ἔσεισεν ἀγρίαις ὁδοῖς, οἴμοι, λακπάτητον ἀντρέπων χαράν. φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι. ὦ δέσποθ, ὡς ἔχων τε καὶ κεκτημένος, τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ ἐν δόμοις ἐοίκας ἥκειν καὶ τάχ ὄψεσθαι κακά. τί δ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι·
γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ, δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기