호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τάδ ἐξ ἀθύμου δεσπότου κελευσμάτων ἠθροῦμεν:? ἐν δὲ λοισθίῳ τυμβεύματι τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν, βρόχῳ μιτώδει σινδόνος καθημμένην, τὸν δ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος. ὁ δ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ: ὦ τλῆμον, οἱο῀ν ἔργον εἴργασαι: τίνα νοῦν ἔσχες· ἐν τῷ συμφορᾶς διεφθάρης· ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι. τὸν δ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους ἕλκει διπλοῦς κνώδοντας. ἐκ δ ὁρμωμένου πατρὸς φυγαῖσιν ἤμπλακ: εἶθ ὁ δύσμορος αὑτῷ χολωθείς, ὥσπερ εἶχ, ἐπενταθεὶς ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ ὑγρὸν ἀγκῶν ἔτ ἔμφρων παρθένῳ προσπτύσσεται. καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν λευκῇ παρειᾷ φοινίου σταλάγματος. κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ τέλη λαχὼν δείλαιος εἰν Αἵδου δόμοις, δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기