호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, οὐκ ἔσθ ὁποῖον στάντ ἂν ἀνθρώπου βίον οὔτ αἰνέσαιμ ἂν οὔτε μεμψαίμην ποτέ.? τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ ἀεί: καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα λαβών τε χώρας παντελῆ μοναρχίαν ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ: καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ ἐγὼ ζῆν τοῦτον, ἀλλ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατ οἶκον, εἰ βούλει, μέγα καὶ ζῆ τύραννον σχῆμ ἔχων: ἐὰν δ ἀπῇ τούτων τὸ χαίρειν, τἄλλ ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. τί δ αὖ τόδ ἄχθος βασιλέων ἥκεις φέρων· τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν. καὶ τίς φονεύει· τίς δ ὁ κείμενος· λέγε. Αἵμων ὄλωλεν: αὐτόχειρ δ αἱμάσσεται. πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός· αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου. ὦ μάντι, τοὔπος ὡς ἄρ ὀρθὸν ἤνυσας. ὡς ὧδ ἐχόντων τἄλλα βουλεύειν πάρα. καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기